Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Παρασκευή 22 Νοεμβρίου 2019

Ἅγιος Νεῖλος ὁ Ἀσκητής - περί γαστριμαργίας


ΚΕΦΑΛ. Αʹ. Περὶ γαστριμαργίας.

Ἀρχὴ καρποφορίας, ἄνθος, 
καὶ ἀρχὴ πρακτικῆς, ἐγκράτεια· 
ὁ κρατῶν γαστρὸς, ἐλαττοῖ πάθη,
ἡττώμενος δὲ βρώμασιν αὔξει τὰς ἡδονάς. 
Ἀρχὴ ἐθνῶν Ἀμαλὴκ, 
καὶ ἀρχὴ παθῶν γαστριμαργία. 
Ὕλη πυρὸς ξύλα, 
ὕλη δὲ γαστρὸς βρώματα.
Ξύλα πολλὰ μεγάλην ἐγείρει φλόγα, 
πλῆθος δὲ βρωμάτων τρέφει ἐπιθυμίαν. 
Φλὸξ ἀμαυροῦται ἐπιλειπούσης ὕλης,
καὶ βρωμάτων ἔνδεια μαραίνει ἐπιθυμίαν.
Ὁ κρατήσας σιαγόνος, ἀνεῖλεν ἀλλοφύλους, 
καὶ δεσμὰ χειρῶν αὐτοῦ διέσπασεν εὐχερῶς. 
Ἀναίρεσις σιαγόνος πηγὴν ἐγέννησεν ὕδατος, 
καὶ γαστριμαργία καταργηθεῖσα, θεωρίαν ἔτεκε πρακτικήν. 
Πάσσαλος σκηνῆς παρελθὼν, σιαγόνα ἀνεῖλε πολέμιον, 
καὶ λόγος ἐγκρατείας ἐνέκρωσε πάθος. 
Ἐπιθυμία βρώσεως ἔτεκε παρακοὴν, 
καὶ γεῦσις ἡδεῖα ἐξέβαλε παραδείσου. 
Πολυτέλεια βρωμάτων τέρπει λαιμὸν, 
τρέφει δὲ σκώληκα ἀκολασίας ἀκοίμητον. 
Ἐνδεὴς γαστὴρ ἐν προσευχῇ ἀγρυπνεῖν παρασκευάζει,
ἡ δὲ πεπληρωμένη ὕπνον ἐπάγει πολύν.
Νηφάλιον φρόνημα ἐν ξηροτάτῃ διαίτῃ,
ὑγρὸς δὲ βίος βαπτίζει νοῦν εἰς βυθόν. 
Νηστεύοντος προσευχὴ, νεοσσὸς ἀετοῦ ἀνιπτάμενος,
ἡ δὲ τοῦ κραιπαλοῦντος βαρυνομένη τῷ κόρῳ, καθέλκεται· 
νηστεύοντος νοῦς, ἀστὴρ ἐν αἰθρίᾳ λαμπρὸς, 
ὁ δὲ τοῦ κραιπαλοῦντος ἐν σκοτομήνῃ καλύπτεται· 
ὀμίχλη καλύπτει ἡλιακὰς ἀκτῖνας, 
καὶ νοῦν σκοτίζει παχεῖα βρωμάτων ἀνάδοσις.

ΚΕΦΑΛ. Βʹ.

Ἔσοπτρον ῥυπωθὲν 
οὐ διαρθροῖ τὴν προσπεσοῦσαν μορφὴν,
καὶ διανοητικὸν ἀμβλυνθὲν κόρῳ, 
οὐ δέχεται γνῶσιν Θεοῦ. 
Χερσωθεῖσα γῆ ἀκάνθας τίκτει, 
καὶ νοῦς γαστριμάργου βλαστάνει λογισμοὺς αἰσχρούς. 
Οὐκ ἔστιν ἐν βορβόρῳ εὑρεῖν ἀρώματα, 
οὐδὲ ἐν γαστριμάργῳ θεωρίας εὐωδίαν. 
Ὀφθαλμὸς γαστριμάργου περιεργάζεται συμπόσια· 
ὀφθαλμὸς δὲ ἐγκρατοῦς συνέδρια σοφῶν. 
Μνήμας μαρτύρων ἀριθμεῖ ψυχὴ γαστριμάργου, 
ἡ δὲ τοῦ ἐγκρατοῦς μιμεῖται βίους αὐτῶν.
Δειλὸς στρατιώτης φρίσσει σάλπιγγα σημαίνουσαν πόλεμον, 
καὶ γαστρίμαργος κηρυσσομένην ἐγκράτειαν. 
Γαστρίμαργος μοναχὸς, κοιλίας ὑπόφορος, 
καὶ μαστιζόμενος ἀπαιτεῖται δασμὸν ἡμερούσιον. 
Ὁδοιπόρος ὀξὺς ταχέως καταλήψεται πόλιν, 
καὶ μοναχὸς ἐγκρατὴς εἰρηνικὴν κατάστασιν· 
ὁδοιπόρος βραδὺς ἐν ἐρημίᾳ αὐλισθήσεται ὕπαιθρος, 
καὶ μοναχὸς γαστρίμαργος οὐ φθάσει εἰς οἶκον ἀπαθείας. 
Ἀτμὶς θυμιάματος εὐωδιάζει ἀέρα, 
καὶ προσευχὴ ἐγκρατοῦς ὄσφρησιν Θεοῦ. 
Ἐὰν δῷς σεαυτὸν ἐπιθυμίᾳ βρωμάτων, 
οὐδὲν ἀρκέσει πρὸς τὸ πληρῶσαι τὴν ἡδονήν· 
πῦρ γάρ ἐστιν ἐπιθυμία βρωμάτων, 
ἀεὶ δεχομένη, καὶ ἀεὶ φλεγομένη.
Μέτρον αὔταρκες ἐπλήρωσεν ἀγγεῖον, 
γαστὴρ δὲ ῥηγνυμένη, οὐ λέγει, Ἀρκεῖ.
Χειρῶν ἔκτασις ἐτροπώσατο τὸν Ἀμαλὴκ, 
καὶ πράξεις ἐπηρμέναι χειροῦνται πάθη σαρκός.

ΚΕΦΑΛ. Γʹ. 

Ἐξολόθρευσον ἐκ σοῦ πᾶν ἔμπνεον κακίας, 
καὶ μέλη σαρκός σου νέκρωσον ἰσχυρῶς. 
Ὃν τρόπον γὰρ ἀνῃρημένος πολέμιος, οὐ παρέξει σοι φόβον,
οὕτω νεκρωθὲν σῶμα οὐ ταράξει σου τὴν ψυχήν. 
Οὐκ οἶδε πυρὸς ὀδύνην σῶμα νεκρὸν, 
οὐδὲ ἐγκρατὴς ἡδονὴν ἐπιθυμίας νεκρᾶς. 
Ἐὰν πατάξῃς Αἰγύπτιον, ἐν ἄμμῳ κρύψον αὐτὸν, 
καὶ μὴ πιάνῃς σῶμα ἐπὶ ἡττωμένῳ πάθει·
ὡς γὰρ ἐν λιπώσῃ γῇ φύει τὸ κρυφθὲν, 
οὕτως ἐν σώματι πιμελώδει ἀναθάλλει τὸ πάθος. 
Μαρανθεῖσα φλὸξ ἀναλάμπει ἐπιλαβομένη φρυγάνων, 
καὶ ἡδονὴ σβεσθεῖσα ἀναζωπυροῦται ἐν κόρῳ βρωμάτων.
Μὴ ἐλεήσῃς σῶμα ἀτονίαν ἀποδυρόμενον, 
μηδὲ πιάνῃς αὐτὸ πολυτελείᾳ βρωμάτων· 
ἐὰν γὰρ ἰσχύσῃ, ἐπαναστήσεταί σοι,
καὶ πόλεμον ἄσπονδον κινήσει κατὰ σοῦ, 
ἕως ἂν αἰχμαλωτεύσῃ σὴν ψυχὴν, 
καὶ δοῦλον παραδώσει σε τῷ τῆς πορνείας πάθει. 
Ἵππος εὐήνιος, ἐνδεὲς σῶμα, 
καὶ οὐ μὴ καταβαλεῖ τὸν ἀναβάτην ποτὲ, 
ὁ μὲν γὰρ εἴκει ἀγχόμενος χαλινῷ, 
καὶ τῇ χειρὶ πείθεται τοῦ ἡνιόχου, 
σῶμα δὲ δαμάζεται ἐν λιμῷ, καὶ ἀγρυπνίᾳ, 
καὶ οὐκ ἀποσκιρτᾷ τοῦ ἐπιβατοῦντος λογισμοῦ, 
οὐδὲ χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς.


https://wra9.blogspot.com/2019/11/blog-post_15.html

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible