Νικηφόρου Θεοτόκη,
Ἀρχιεπισκόπου Ἀστραχὰν καὶ Σταυρουπόλεως
ἀπόσπασμα ὁμιλίας
στὸ ἀποστολικὸ Ἀνάγνωσμα τῆς εἰκοστῆς πέμπτης Κυριακῆς
(Ἐφεσ. δ´ 1-7)
Α´
Ἠλ. στοιχειοθ. «ΧΡΙΣΤ. ΒΙΒΛΙΟΓΡΑΦΙΑ»
. […] Ἀκούσατε ὅμως, ἀδελφοί, πρᾶγμα παράδοξον καὶ ἀξιοσημείωτον· αἱ κακίαι κατοικοῦσι πολλὰ πλησίον, καὶ εἰς αὐτὰ τὰ πρόθυρα, ἵν’ οὕτως εἴπω, τῶν ἀρετῶν·
ἔχει δὲ πᾶσα ἀρετὴ ἴδια ὁροθέσια· ὅθεν, ὅταν αὐτὰ ὑπερβῇς, πίπτεις εἰς
τὴν κακίαν τὴν πλησίον τῆς ὑπὸ σοῦ κατορθουμένης ἀρετῆς· παραδείγματος
χάριν, ὅταν μετὰ ὑπερβολικῆς αὐστηρότητος λεπτολογῇς τὴν δικαιοσύνην,
εὔκολα πίπτεις εἰς τῆς ἀσπλαγχνίας τὸν βόθρον· διὰ τοῦτο δὲ εἶπεν ὁ
Ἐκκλησιαστής· «Μὴ γίνου δίκαιος πολύ». Ὅταν δὲ ὑπερβαίνῃς τοὺς ὅρους τῆς εὐσπλαγχνίας, εὔκολα κρημνίζεσαι εἰς τῆς ἀδικοκρισίας τὸ βάραθρον·
διὰ τοῦτο δὲ ὁ προφητάναξ συνάπτων τὴν δικαιοσύνην μετὰ τοῦ ἐλέους,
ἔψαλλεν· «Ἔλεος καὶ κρίσιν ἄσομαί σοι, Κύριε». Τοῦτο συμβαίνει, φεῦ τῆς
δυστυχίας, καὶ εἰς τὴν μεγάλην ἀρετὴν τῆς
ἀνοχῆς· αὐτὴ ἔχει ὅρια· ὅθεν, ὅταν ὑπερπηδήσωμεν αὐτά, καταποντιζόμεθα
εἰς τὴν ἄβυσσον τοῦ ὀλεθρίου τῆς ἀδιαφορίας ἁμαρτήματος.
. Τῆς ἀνοχῆς τὸ ὁροθέσιον ἐστιν ἡ ἀγάπη,
οὐχὶ ἡ ἀγάπη ἡ σαρκικὴ καὶ κοσμική, ἀλλ’ ἡ πνευματικὴ καὶ εὐαγγελική· ὁ
Παῦλος ὅστις ἐδίδαξε τὴν ἀνοχήν, αὐτὸς διέθετο καὶ τῆς ἀνοχῆς τοὺς
ὅρους· «Ἀνεχόμενοι, εἶπεν, ἀλλήλων ἐν ἀγάπῃ». Ὅταν
βλέπῃς καὶ διακρίνῃς, ὅτι ἡ ἀνοχὴ ὠφελεῖ τὸν πλησίον σου, βάσταζε τότε
τὰ ἀσθενήματα καὶ τὰ ἐλαττώματα αὐτοῦ καρτερικῶς καὶ γενναιοφρόνως· διότι ἡ τοιαύτη ἀνοχή ἐστιν ἀρετή, πολλῶν ἀγαθῶν καὶ τῆς αἰωνίου σωτηρίας πρόξενος. Ἐὰν
δὲ γνωρίζῃς, ὅτι ἡ ἀνοχὴ βλάπτει τὸν ἀδελφόν σου, οὐδόλως δὲ φροντίζῃς,
ἀλλὰ παραβλέπῃς τὰ τούτου σφάλματα, τότε ἡ ἀνοχὴ οὐκ ἔστιν ἀρετή, ἀλλ’
ἁμαρτία μεγάλη· αὐτή ἐστιν ἡ ἀδιαφορία, ἥτις ἐστιν ἔλλειψις τῆς ἀγάπης, καὶ ἑπομένως πολλῶν καὶ μεγάλων κακῶν πηγὴ καὶ μήτηρ.
ΣΥΝΕΧΙΖΕΤΑΙ
https://christianvivliografia.wordpress.com/2015/11/21/%E1%BC%80%CE%BD%CE%BF%CF%87%CE%AE-%E1%BC%80%CE%B3%CE%AC%CF%80%CE%B7-%CE%BA%CE%B1%E1%BD%B6-%E1%BC%80%CE%B4%CE%B9%CE%B1%CF%86%CE%BF%CF%81%CE%AF%CE%B1/
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου