Ἀποστολικό ἀνάγνωσμα. Ἡμέρας. Τρ. κβ΄ ἑβδ. ἐπιστ. (Κλσ. β΄ 20 - γ΄ 3).
ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Β´ 20 - 23
20 Εἰ ἀπεθάνατε σὺν τῷ Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε, 21 μὴ ἅψῃ μηδὲ γεύσῃ μηδὲ θίγῃς, 22 ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει, κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων; 23
ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας ἐν ἐθελοθρησκίᾳ καὶ ταπεινοφροσύνῃ
καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός. ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ Γ´ 1 - 3
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, 2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. 3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ· 






