Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΝΑΓΙΩΤΗΣ ΤΡΕΜΠΕΛΑΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΑΝΑΓΙΩΤΗΣ ΤΡΕΜΠΕΛΑΣ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 6 Αυγούστου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Παναγιώτης Τρεμπέλας


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Κατά Ματθαίον, κεφάλαιο ΙΖ΄, εδάφια 1-13

1Καί μεθ᾿ ἡμέρας ἓξ παραλαμβάνει ὁ ᾿Ιησοῦς τὸν Πέτρον καὶ ᾿Ιάκωβον καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· 2 καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. 3 Καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ ᾿Ηλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. 4 Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ ᾿Ιησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν ᾿Ηλίᾳ. 5 Ἒτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε· 6 καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7 Καὶ προσελθὼν ὁ ᾿Ιησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8 Ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν ᾿Ιησοῦν μόνον. 9 Καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ ᾿Ιησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. 10 Καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι ᾿Ηλίαν δεῖ ἐλθεῖν πρῶτον; 11 Ὁ δὲ ᾿Ιησοῦς ἀποκριθεὶς εἶπεν αὐτοῖς· ᾿Ηλίας μὲν ἔρχεται πρῶτον καὶ ἀποκαταστήσει πάντα· 12 λέγω δὲ ὑμῖν ὅτι ᾿Ηλίας ἤδη ἦλθε, καὶ οὐκ ἐπέγνωσαν αὐτόν, ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτω καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν. 13 Τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ ᾿Ιωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

1 Ύστερα από έξι ημέρες ο Ιησούς πήρε μαζί Του τον Πέτρο, τον Ιάκωβο και τον Ιωάννη τον αδελφό του και τους ανέβασε σε ένα ψηλό βουνό, ιδιαιτέρως μόνο αυτούς 2 και εκεί μεταμορφώθηκε μπροστά τους˙ και έγινε το πρόσωπό Του λαμπρό σαν τον ήλιο, και τα ενδύματά Του λευκά σαν το φως.

Ἡ ἀποστολική περικοπή τῆς Μεταμορφώσεως τοῦ Σωτῆρος. Παναγιώτης Τρεμπέλας

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΕΤΑΜΟΡΦΩΣΕΩΣ ΤΟΥ ΣΩΤΗΡΟΣ

Β΄ Πέτρου, κεφάλαιο Α΄, εδάφια 10-19

10 Διὸ μᾶλλον, ἀδελφοί, σπουδάσατε βεβαίαν ὑμῶν τὴν κλῆσιν καὶ ἐκλογὴν ποιεῖσθαι· ταῦτα γὰρ ποιοῦντες οὐ μὴ πταίσητέ ποτε. 11 Οὕτω γὰρ πλουσίως ἐπιχορηγηθήσεται ὑμῖν ἡ εἴσοδος εἰς τὴν αἰώνιον βασιλείαν τοῦ Κυρίου ἡμῶν καὶ σωτῆρος ᾿Ιησοῦ Χριστοῦ. 12 Διὸ οὐκ ἀμελήσω ἀεὶ ὑμᾶς ὑπομιμνήσκειν περὶ τούτων, καίπερ εἰδότας καὶ ἐστηριγμένους ἐν τῇ παρούσῃ ἀληθείᾳ. 13 Δίκαιον δὲ ἡγοῦμαι, ἐφ᾿ ὅσον εἰμὶ ἐν τούτῳ τῷ σκηνώματι, διεγείρειν ὑμᾶς ἐν ὑπομνήσει, 14 εἰδὼς ὅτι ταχινή ἐστιν ἡ ἀπόθεσις τοῦ σκηνώματός μου, καθὼς καὶ ὁ Κύριος ἡμῶν ᾿Ιησοῦς Χριστὸς ἐδήλωσέ μοι. 15 Σπουδάσω δὲ καὶ ἑκάστοτε ἔχειν ὑμᾶς μετὰ τὴν ἐμὴν ἔξοδον τὴν τούτων μνήμην ποιεῖσθαι.
16 Οὐ γὰρ σεσοφισμένοις μύθοις ἐξακολουθήσαντες ἐγνωρίσαμεν ὑμῖν τὴν τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ δύναμιν καὶ παρουσίαν, ἀλλ᾿ ἐπόπται γενηθέντες τῆς ἐκείνου μεγαλειότητος. 17 Λαβὼν γὰρ παρὰ Θεοῦ πατρὸς τιμὴν καὶ δόξαν φωνῆς ἐνεχθείσης αὐτῷ τοιᾶσδε ὑπὸ τῆς μεγαλοπρεποῦς δόξης, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, εἰς ὃν ἐγὼ εὐδόκησα, 18 καὶ ταύτην τὴν φωνὴν ἡμεῖς ἠκούσαμεν ἐξ οὐρανοῦ ἐνεχθεῖσαν, σὺν αὐτῷ ὄντες ἐν τῷ ὄρει τῷ ἁγίῳ. 19 Καὶ ἔχομεν βεβαιότερον τὸν προφητικὸν λόγον, ᾧ καλῶς ποιεῖτε προσέχοντες ὡς λύχνῳ φαίνοντι ἐν αὐχμηρῷ τόπῳ, ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

10 Γι'αυτό, αδελφοί, καταβάλετε μεγαλύτερη προσπάθεια, με περισσότερη σπουδή και επιμέλεια, ώστε αποκτώντας τις αρετές αυτές να διασφαλίσετε και να σταθεροποιήσετε την κλήση σας και την εκλογή σας·

Κυριακή 2 Αυγούστου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς Θ Ματθαίου. Παναγιώτης Τρεμπέλας

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Θ΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφάλαιο ΙΔ΄, εδάφια 22-34

22 Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23 Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ.

24 Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25 Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθε πρὸς αὐτοὺς ὁ ᾿Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26 Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι φάντασμά ἐστι, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς λέγων· θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28 Ἀποκριθεὶς δὲ αὐτῷ ὁ Πέτρος εἶπε· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα. 29 Ὁ δὲ εἶπεν, ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30 Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξε λέγων· Κύριε, σῶσόν με. 31 Εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· ὀλιγόπιστε! Εἰς τί ἐδίστασας; 32 Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος· 33 οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ λέγοντες· ἀληθῶς Θεοῦ υἱὸς εἶ. 34 Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γεννησαρέτ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

22 Και αμέσως ο Ιησούς, για να μην παρασυρθούν οι μαθητές Του από τον ενθουσιασμό του πλήθους που ήθελε να Τον ανακηρύξει βασιλιά, τους ανάγκασε να μπουν στο πλοίο και να περάσουν πριν απ’ Αυτόν στο απέναντι μέρος της λίμνης, ωσότου Αυτός διαλύσει τα πλήθη του λαού.

Ἡ ἀποστολική περικοπή τῆς Κυριακῆς Θ Ματθαίου. Παναγιώτης Τρεμπέλας

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Θ΄ΜΑΤΘΑΙΟΥ

Α’ προς Κορινθίους, κεφάλαιο Γ΄, εδάφια 9-17

9 Θεοῦ γάρ ἐσμεν συνεργοί· Θεοῦ γεώργιον, Θεοῦ οἰκοδομή ἐστε. 10 Κατὰ τὴν χάριν τοῦ Θεοῦ τὴν δοθεῖσάν μοι ὡς σοφὸς ἀρχιτέκτων θεμέλιον τέθεικα, ἄλλος δὲ ἐποικοδομεῖ· ἕκαστος δὲ βλεπέτω πῶς ἐποικοδομεῖ· 11 θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν ᾿Ιησοῦς Χριστός. 12 Εἰ δέ τις ἐποικοδομεῖ ἐπὶ τὸν θεμέλιον τοῦτον χρυσόν, ἄργυρον, λίθους τιμίους, ξύλα, χόρτον, καλάμην, 13 ἑκάστου τὸ ἔργον φανερὸν γενήσεται· ἡ γὰρ ἡμέρα δηλώσει· ὅτι ἐν πυρὶ ἀποκαλύπτεται· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. 14 Εἴ τινος τὸ ἔργον μενεῖ ὃ ἐπῳκοδόμησε, μισθὸν λήψεται· 15 εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. 16 Οὐκ οἴδατε ὅτι ναὸς Θεοῦ ἐστε καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; 17 Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός· ὁ γὰρ ναὸς τοῦ Θεοῦ ἅγιός ἐστιν, οἵτινές ἐστε ὑμεῖς.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

9 Είμαστε και οι δύο ένα [:δηλαδή και ο Παύλος και ο Απολλώς], διότι και εκείνοι που φυτεύουν και εκείνοι που ποτίζουν, είμαστε συνεργάτες του Θεού στο έργο Του που αποβλέπει στην σωτηρία σας.

Κυριακή 26 Ιουλίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς Η Ματθαίου. Παναγιώτης Τρεμπέλας

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Η΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφάλαιο ΙΔ΄, εδάφια 14-22

14 Καὶ ἐξελθὼν ὁ ᾿Ιησοῦς εἶδε πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσε τοὺς ἀρρώστους αὐτῶν. 15 Ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16 Ὁ δὲ ᾿Ιησοῦς εἶπεν αὐτοῖς· οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17 Οἱ δὲ λέγουσιν αὐτῷ· οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18 Ὁ δὲ εἶπε· φέρετέ μοι αὐτοὺς ὧδε. 19 Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησε, καὶ κλάσας ἔδωκε τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20 Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21 Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι. 22 Καὶ εὐθέως ἠνάγκασεν ὁ ᾿Ιησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

14 Όταν λοιπόν ο Ιησούς βγήκε από το ερημικό καταφύγιό Του, είδε πολύ λαό, και τους σπλαχνίσθηκε και θεράπευσε τους αρρώστους τους. 15 Καθώς όμως πλησίαζε να βραδιάσει, Tον πλησίασαν οι μαθητές Του και Του είπαν: «Είναι έρημος ο τόπος και η ώρα πλέον πέρασε.

Ἡ ἀποστολική περικοπή τῆς μνήμης Ἁγίας Παρασκευῆς. Παναγιώτης Τρεμπέλας


Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΜΝΗΜΗΣ ΤΗΣ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ

Προς Γαλάτας, κεφάλαιο Γ΄, εδάφια 23-29 και κεφάλαιο Δ΄, εδάφια 1-4

Κεφ.Γ΄ 23 Πρὸ δὲ τοῦ ἐλθεῖν τὴν πίστιν ὑπὸ νόμον ἐφρουρούμεθα συγκεκλεισμένοι εἰς τὴν μέλλουσαν πίστιν ἀποκαλυφθῆναι. 24 Ὥστε ὁ νόμος παιδαγωγὸς ἡμῶν γέγονεν εἰς Χριστόν, ἵνα ἐκ πίστεως δικαιωθῶμεν· 25 ᾿Ελθούσης δὲ τῆς πίστεως οὐκέτι ὑπὸ παιδαγωγόν ἐσμεν. 26 Πάντες γὰρ υἱοὶ Θεοῦ ἐστε διὰ τῆς πίστεως ἐν Χριστῷ ᾿Ιησοῦ· 27 ὅσοι γὰρ εἰς Χριστὸν ἐβαπτίσθητε, Χριστὸν ἐνεδύσασθε. 28 Οὐκ ἔνι ᾿Ιουδαῖος οὐδὲ ῞Ελλην, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος, οὐκ ἔνι ἄρσεν καὶ θῆλυ· πάντες γὰρ ὑμεῖς εἷς ἐστε ἐν Χριστῷ ᾿Ιησοῦ. 29 Εἰ δὲ ὑμεῖς Χριστοῦ, ἄρα τοῦ ᾿Αβραὰμ σπέρμα ἐστὲ καὶ κατ' ἐπαγγελίαν κληρονόμοι.

Κεφ. Δ΄ 1 Λέγω δέ, ἐφ' ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου, κύριος πάντων ὤν, 2 ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός. 3 Οὕτω καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ἦμεν δεδουλωμένοι· 4 ὅτε δὲ ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον, 5 ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

Κεφ. Γ΄ 23 Προτού όμως έλθει η νέα αυτή κατάσταση, στην οποία ισχύει πλέον η πίστη, ο μωσαϊκός νόμος μάς φρουρούσε κλεισμένους καλά, σαν να ήμασταν μέσα σε κάποιο φρούριο˙ για να καταφύγουμε έτσι στην πίστη που έμελλε να αποκαλυφθεί μετά από καιρό.

Κυριακή 19 Ιουλίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς τῶν Ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς συνόδου. Παναγιώτης Τρεμπέλας

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

ΤΗΣ Δ΄ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Κατά Ματθαίον, κεφάλαιο Ε΄, εδάφια 14-19

14 ῾Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· 15 οὐδὲ καίουσι λύχνον καὶ τιθέασι αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. 16Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.

17 Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. 18 Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. 19 Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

14 Εσείς είστε το φως του κόσμου, διότι έχετε προορισμό με το φωτεινό σας παράδειγμα και με τα λόγια σας που μεταδίδουν το φως της αλήθειας να φωτίζετε τους ανθρώπους που βρίσκονται στο σκοτάδι της αμαρτίας και της πλάνης. Μια πόλη που βρίσκεται πάνω σε βουνό δεν είναι δυνατόν να κρυφτεί.

Ἡ ἀποστολική περικοπή τῆς Κυριακῆς τῶν Ἁγίων Πατέρων τῆς Δ' Οἰκουμενικῆς συνόδου. Παναγιώτης Τρεμπέλας

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ

ΤΗΣ Δ΄ΟΙΚΟΥΜΕΝΙΚΗΣ ΣΥΝΟΔΟΥ

Προς Τίτον, κεφάλαιο Γ΄, εδάφια 8-15

8 Πιστὸς ὁ λόγος· καὶ περὶ τούτων βούλομαί σε διαβεβαιοῦσθαι, ἵνα φροντίζωσι καλῶν ἔργων προΐστασθαι οἱ πεπιστευκότες τῷ Θεῷ. Ταῦτά ἐστι τὰ καλὰ καὶ ὠφέλιμα τοῖς ἀνθρώποις· 9 μωρὰς δὲ ζητήσεις καὶ γενεαλογίας καὶ ἔρεις καὶ μάχας νομικὰς περιΐστασο· εἰσὶ γὰρ ἀνωφελεῖς καὶ μάταιοι. 10 Αἱρετικὸν ἄνθρωπον μετὰ μίαν καὶ δευτέραν νουθεσίαν παραιτοῦ, 11 εἰδὼς ὅτι ἐξέστραπται ὁ τοιοῦτος καὶ ἁμαρτάνει ὢν αὐτοκατάκριτος.

12 ῞Οταν πέμψω ᾿Αρτεμᾶν πρός σε ἢ Τυχικόν, σπούδασον ἐλθεῖν πρός με εἰς Νικόπολιν· ἐκεῖ γὰρ κέκρικα παραχειμάσαι. 13 Ζηνᾶν τὸν νομικὸν καὶ ᾿Απολλὼ σπουδαίως πρόπεμψον, ἵνα μηδὲν αὐτοῖς λείπῃ. 14 Μανθανέτωσαν δὲ καὶ οἱ ἡμέτεροι καλῶν ἔργων προΐστασθαι εἰς τὰς ἀναγκαίας χρείας, ἵνα μὴ ὦσιν ἄκαρποι.15 ᾿Ασπάζονταί σε οἱ μετ' ἐμοῦ πάντες. ἄσπασαι τοὺς φιλοῦντας ἡμᾶς ἐν πίστει. ῾Η χάρις μετὰ πάντων ὑμῶν· ἀμήν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

8 Το ότι δικαιωθήκαμε και αναγεννηθήκαμε και θα κληρονομήσουμε την αιώνια ζωή είναι λόγος και αλήθεια αξιόπιστη. Και γι' αυτά τα θέματα θέλω να μιλάς με βεβαιότητα και με κύρος, για να φροντίζουν όσοι έχουν πιστέψει στον Θεό να πρωτοστατούν ακούραστα σε καλά έργα. Αυτά είναι τα καλά έργα και τα ωφέλιμα στους ανθρώπους· αυτά για τα οποία σας μίλησα.

Κυριακή 12 Ιουλίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς ΣΤ Ματθαίου. Παναγιώτης Τρεμπέλας


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΣΤ΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφ. Θ΄, εδάφια 1-8

1 Καί ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν. 2 Καὶ ἰδοὺ προσέφερον αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον· καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· θάρσει, τέκνον· ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. 3 καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· οὗτος βλασφημεῖ. 4 καὶ ἰδὼν ὁ ᾿Ιησοῦς τὰς ἐνθυμήσεις αὐτῶν εἶπεν· ἵνα τί ὑμεῖς ἐνθυμεῖσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; 5 τί γάρ ἐστιν εὐκοπώτερον, εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, ἔγειρε καὶ περιπάτει; 6 ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας – τότε λέγει τῷ παραλυτικῷ· ἐγερθεὶς ἆρόν σου τὴν κλίνην καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. 7 καὶ ἐγερθεὶς ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. 8 ἰδόντες δὲ οἱ ὄχλοι ἐθαύμασαν καὶ ἐδόξασαν τὸν Θεὸν τὸν δόντα ἐξουσίαν τοιαύτην τοῖς ἀνθρώποις.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν.Τρεμπέλα

1 Και αφού μπήκε σε ένα πλοίο, πέρασε στην απέναντι όχθη της λίμνης, και ήλθε στη δική του πόλη, την Καπερναούμ. 2 Τότε Του έφεραν έναν παράλυτο, που τον είχαν βάλει πάνω σε ένα κρεβάτι.

Ἡ ἀποστολική περικοπή τῆς Κυριακῆς ΣΤ Ματθαίου. Παναγιώτης Τρεμπέλας


Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ ΣΤ΄ΜΑΤΘΑΙΟΥ

Προς Ρωμαίους, κεφ. ΙΒ΄, εδάφια 6-14

6 Ἒχοντες δὲ χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα, εἴτε προφητείαν, κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, 7 εἴτε διακονίαν, ἐν τῇ διακονίᾳ, εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, 8 εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει, ὁ μεταδιδούς, ἐν ἁπλότητι, ὁ προϊστάμενος, ἐν σπουδῇ, ὁ ἐλεῶν, ἐν ἱλαρότητι.

9 ῾Η ἀγάπη ἀνυπόκριτος. ἀποστυγοῦντες τὸ πονηρόν, κολλώμενοι τῷ ἀγαθῷ, 10 τῇ φιλαδελφίᾳ εἰς ἀλλήλους φιλόστοργοι, τῇ τιμῇ ἀλλήλους προηγούμενοι, 11 τῇ σπουδῇ μὴ ὀκνηροί, τῷ πνεύματι ζέοντες, τῷ Κυρίῳ δουλεύοντες, 12 τῇ ἐλπίδι χαίροντες, τῇ θλίψει ὑπομένοντες, τῇ προσευχῇ προσκαρτεροῦντες, 13 ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες, τὴν φιλοξενίαν διώκοντες. 14 Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, εὐλογεῖτε καὶ μὴ καταρᾶσθε.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν.Τρεμπέλα

6 Και έχοντας διάφορα χαρίσματα και ικανότητες, ανάλογα με τη χάρη του Αγίου Πνεύματος που μας δόθηκε, ας αρκούμαστε σε αυτές κι ας μη ζητούμε εγωιστικά εκείνα που δεν μας έδωσε το Άγιο Πνεύμα.

Κυριακή 5 Ιουλίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς Ε Ματθαίου. Παναγιώτης Τρεμπέλας


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Ε΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφ. Η΄, εδάφια 28-34 και κεφ. Θ΄, εδάφιο 1

ΚΕΦΑΛΑΙΟ Η΄: 28Καὶ ἐλθόντι αὐτῷ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν, ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης. 29 Καὶ ἰδοὺ ἔκραξαν λέγοντες· τί ἡμῖν καὶ σοί, ᾿Ιησοῦ υἱὲ τοῦ Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς; 30 Ἦν δὲ μακρὰν ἀπ᾿ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη. 31 Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες· εἰ ἐκβάλλεις ἡμᾶς, ἐπίτρεψον ἡμῖν ἀπελθεῖν εἰς τὴν ἀγέλην τῶν χοίρων. 32 Καὶ εἶπεν αὐτοῖς· ὑπάγετε. Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τὴν ἀγέλην τῶν χοίρων· καὶ ἰδοὺ ὥρμησε πᾶσα ἡ ἀγέλη τῶν χοίρων κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν. 33 Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων. 34 Καὶ ἰδοὺ πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς συνάντησιν τῷ ᾿Ιησοῦ, καὶ ἰδόντες αὐτὸν παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.

ΚΕΦΑΛΑΙΟ Θ΄: 1 Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε καὶ ἦλθεν εἰς τὴν ἰδίαν πόλιν.

ΕΡΜΗΝΕΥΤΙΚΗ ΑΠΟΔΟΣΗ ΑΠΟ ΤΟΝ ΜΑΚΑΡΙΣΤΟ ΠΑΝ. ΤΡΕΜΠΕΛΑ

ΚΕΦΑΛΑΙΟ Η΄: 28Και όταν ο Κύριος ήλθε στην απέναντι όχθη, στη χώρα των Γεργεσηνών, Τον συνάντησαν δύο δαιμονισμένοι που έβγαιναν από τα μνήματα που υπήρχαν εκεί, στα οποία ευχαριστιούνταν να κατοικούν. Ήταν και οι δύο επιθετικοί και πολύ επικίνδυνοι· τόσο, ώστε να μην μπορεί κανείς να περάσει απ’ τον δρόμο εκείνο.

Ἡ ἀποστολική περικοπή τῆς μνήμης τοῦ Ἁγίου Ἀθανασίου τοῦ Ἀθωνίτου. Παναγιώτης Τρεμπέλας


Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ

ΤΗΣ ΜΝΗΜΗΣ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ

Προς Γαλάτας, κεφάλαιο 5, εδάφια 22-26 και κεφάλαιο 6, εδάφια 1-2

Κεφάλαιο Ε΄: 22 Ὁ δὲ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23 πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστι νόμος. 24 Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. 25 Εἰ ζῶμεν Πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26 Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.

Κεφάλαιο ΣΤ’: 1 Ἀδελφοί, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρτίζετε τὸν τοιοῦτον ἐν πνεύματι πρᾳότητος, σκοπῶν σεαυτόν, μὴ καὶ σὺ πειρασθῇς. 2 Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

Κεφάλαιο Ε΄: 22 Ο καρπός, όμως, που παράγει το Άγιο Πνεύμα με τον φωτισμό και τη χάρη που χορηγεί στις ψυχές μας, είναι η αγάπη, η χαρά που προέρχεται από την αγαθή συνείδηση, η ειρήνη που είναι αχώριστη απ’ αυτήν, η ανοχή και η πλατιά καρδιά στις αδικίες που μας κάνουν οι άλλοι, η αγαθή διάθεση και καλοσύνη, η ευεργετική διάθεση και συμπεριφορά, η πίστη και η αξιοπιστία στα λόγια και τις υποσχέσεις μας,

Κυριακή 28 Ιουνίου 2026

Ἠ εὐαγγελική περικοπή τῆς Κυριακῆς Δ Ματθαίου.Παναγιώτης Τρεμπέλας

Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφάλαιο Η΄, εδάφια 5 - 13

5 Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· 6 Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. 7 Καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. 8 Καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. 9 Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.

10 Ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. 11 Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, 12 οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. 13 Καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παναγιώτη Τρεμπέλα

5 Και όταν ο Ιησούς μπήκε στην Καπερναούμ, ήλθε κοντά Του ένας εκατόνταρχος, ο οποίος Τον παρακαλούσε και Του έλεγε:

Ἠ ἀποστολική περικοπή τῆς Κυριακῆς Δ Ματθαίου. Παναγιώτης Τρεμπέλας

Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Δ΄ΜΑΤΘΑΙΟΥ

Προς Ρωμαίους, κεφάλαιο ΣΤ΄, εδάφια 18-23

18 Ἐλευθερωθέντες δὲ ἀπὸ τῆς ἁμαρτίας ἐδουλώθητε τῇ δικαιοσύνῃ. 19 Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν. ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ εἰς τὴν ἀνομίαν, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν δοῦλα τῇ δικαιοσύνῃ εἰς ἁγιασμόν. 20 Ὃτε γὰρ δοῦλοι ἦτε τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. 21 Τίνα οὖν καρπὸν εἴχετε τότε ἐφ᾿ οἷς νῦν ἐπαισχύνεσθε; Τὸ γὰρ τέλος ἐκείνων θάνατος. 22 Νυνὶ δὲ ἐλευθερωθέντες ἀπὸ τῆς ἁμαρτίας δουλωθέντες δὲ τῷ Θεῷ ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. 23 Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος, τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ ᾿Ιησοῦ τῷ Κυρίῳ ἡμῶν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παναγιώτη Τρεμπέλα

18 Κι έτσι, αφού ελευθερωθήκατε από την αμαρτία, γίνατε δούλοι στην αρετή. 19 Μεταχειρίζομαι ανθρώπινο τρόπο εκφράσεως εξαιτίας της αδυναμίας της ανθρώπινης φύσεώς σας, η οποία είναι ακόμα σαρκική και γι’ αυτό η άσκηση της αρετής σας φαίνεται δουλεία.

Τετάρτη 24 Ιουνίου 2026

Ἠ εὐαγγελική περικοπή τοῦ Γενεσίου τοῦ Τιμίου Προδρόμου


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΟΥ ΓΕΝΕΣΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ

Κατά Λουκάν, κεφ. Α΄, στίχοι 24-25, 57-68, 76 και 80

1Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων2 καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου, 3 ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε, 4 ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

5 ᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ. 6 Ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. 7 Καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. 8 ᾿Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ, 9 κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου· 10 καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.

Ἡ ἀποστολική περικοπή τοῦ Γενεσίου τοῦ Τιμίου Προδρόμου.Παναγιώτης Τρεμπέλας

 
Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΟΥ ΓΕΝΕΣΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ


Προς Ρωμαίους, κεφ.ΙΓ΄, εδάφια 11-14 και κεφ. ΙΔ΄, εδάφια 1-4

Κεφ. ΙΓ΄ 11 Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν. 12 Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός. 13 Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, 14 ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον Ἰησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

Κεφ. ΙΔ΄ 1Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν. 2 ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει. 3 ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο. 4 σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

Κεφ. ΙΔ΄ 11 Ας κάνουμε λοιπόν τα έργα αυτά της αγάπης, ακούραστοι και χωρίς αναβολή, γνωρίζοντας σε ποιον καιρό ζούμε. Ζούμε σε εποχή που απαιτεί επειγόντως την άσκηση της αρετής· διότι είναι πλέον ώρα να σηκωθούμε από τον ύπνο της αμέλειας, που μας κάνει δυσκολοκίνητους στο καλό.

Κυριακή 21 Ιουνίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς Γ Ματθαίου. Παναγιώτης Τρεμπέλας


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Γ΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφ. ΣΤ΄ εδάφια 22-33

22 ῾Ο λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός· ἐὰν οὖν ὁ ὀφθαλμός σου ἁπλοῦς ᾖ, ὅλον τὸ σῶμά σου φωτεινόν ἔσται· 23 ἐὰν δὲ ὁ ὀφθαλμός σου πονηρὸς ᾖ, ὅλον τὸ σῶμά σου σκοτεινὸν ἔσται. Εἰ οὖν τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστί, τὸ σκότος πόσον; 24 Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει καὶ τὸν ἕτερον ἀγαπήσει, ἢ ἑνὸς ἀνθέξεται καὶ τοῦ ἑτέρου καταφρονήσει. οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ.

25 Διὰ τοῦτο λέγω ὑμῖν, μὴ μεριμνᾶτε τῇ ψυχῇ ὑμῶν τί φάγητε καὶ τί πίητε, μηδὲ τῷ σώματι ὑμῶν τί ἐνδύσησθε· οὐχὶ ἡ ψυχὴ πλεῖόν ἐστι τῆς τροφῆς καὶ τὸ σῶμα τοῦ ἐνδύματος; 26 Ἐμβλέψατε εἰς τὰ πετεινὰ τοῦ οὐρανοῦ, ὅτι οὐ σπείρουσιν οὐδὲ θερίζουσιν οὐδὲ συνάγουσιν εἰς ἀποθήκας, καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος τρέφει αὐτά· οὐχ ὑμεῖς μᾶλλον διαφέρετε αὐτῶν; 27 Τίς δὲ ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν αὐτοῦ πῆχυν ἕνα; 28 Καὶ περὶ ἐνδύματος τί μεριμνᾶτε; Καταμάθετε τὰ κρίνα τοῦ ἀγροῦ πῶς αὐξάνει· οὐ κοπιᾷ οὐδὲ νήθει· 29 λέγω δὲ ὑμῖν ὅτι οὐδὲ Σολομὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων. 30 Εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ, σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον, ὁ Θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι;

31 Μὴ οὖν μεριμνήσητε λέγοντες, τί φάγωμεν ἢ τί πίωμεν ἢ τί περιβαλώμεθα; 32 πάντα γὰρ ταῦτα τὰ ἔθνη ἐπιζητεῖ· οἶδε γὰρ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος ὅτι χρῄζετε τούτων ἁπάντων. 33 Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. 34 Μὴ οὖν μεριμνήσητε εἰς τὴν αὔριον· ἡ γὰρ αὔριον μεριμνήσει τὰ ἑαυτῆς· ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

22 Και δεν είναι μικρή συμφορά να κολλήσει ο νους και η καρδιά σας στα γήινα και μάταια. Για να το καταλάβετε αυτό, σας φέρνω μια εικόνα:

Ἀποστολική περικοπή Κυριακῆς Γ Ματθαίου. Παναγιώτης Τρεμπέλας


ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΚΥΡΙΑΚΗΣ Γ΄ΜΑΤΘΑΙΟΥ:

Προς Ρωμαίους, κεφ. 5, εδάφια 1-10

1 Δικαιωθέντες οὖν ἐκ πίστεως εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ 2 δι᾿ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύτην ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ᾿ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. 3 Οὐ μόνον δέ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται 4 ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα, 5 ἡ δὲ ἐλπὶς οὐ καταισχύνει, ὅτι ἡ ἀγάπη τοῦ Θεοῦ ἐκκέχυται ἐν ταῖς καρδίαις ἡμῶν διὰ Πνεύματος ῾Αγίου τοῦ δοθέντος ἡμῖν. 6 ῎Ετι γὰρ Χριστὸς ὄντων ἡμῶν ἀσθενῶν κατὰ καιρὸν ὑπὲρ ἀσεβῶν ἀπέθανε 7 μόλις γὰρ ὑπὲρ δικαίου τις ἀποθανεῖται· ὑπὲρ γὰρ τοῦ ἀγαθοῦ τάχα τις καὶ τολμᾷ ἀποθανεῖν 8 συνίστησι δὲ τὴν ἑαυτοῦ ἀγάπην εἰς ἡμᾶς ὁ Θεός, ὅτι ἔτι ἁμαρτωλῶν ὄντων ἡμῶν Χριστὸς ὑπὲρ ἡμῶν ἀπέθανε. 9 Πολλῷ οὖν μᾶλλον δικαιωθέντες νῦν ἐν τῷ αἵματι αὐτοῦ σωθησόμεθα δι᾿ αὐτοῦ ἀπὸ τῆς ὀργῆς. 10 Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

1 Αφού λοιπόν γίναμε δίκαιοι μέσω της πίστεως, έχουμε ειρήνη με τον Θεό διαμέσου της μεσιτείας του Κυρίου μας Ιησού Χριστού, 2 ο Οποίος με την πίστη μας προς Αυτόν μας έχει ήδη φέρει στην κατάσταση αυτή της χάριτος, στην οποία στεκόμαστε στερεά.

Κυριακή 14 Ιουνίου 2026

Ἡ εὐαγγελική περικοπή τῆς Κυριακῆς Β Ματθαίου. Παναγιώτης Τρεμπέλας


Η ΕΥΑΓΓΕΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Β΄ΜΑΤΘΑΙΟΥ

Κατά Ματθαίον, κεφ. Δ΄, εδάφια 18-22

18 Περιπατῶν δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον καὶ ᾿Ανδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς· 19 καὶ λέγει αὐτοῖς· δεῦτε ὀπίσω μου καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων. 20 Οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. 21 Καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, ᾿Ιάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ ᾿Ιωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς. 22 Οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν. Τρεμπέλα

18 Και ενώ περπατούσε κοντά στη θάλασσα της Γαλιλαίας, είδε δύο αδελφούς, τον Σίμωνα, τον οποίο κατόπιν ονόμασε Πέτρο, και τον Ανδρέα, τον αδελφό του, οι οποίοι έριχναν δίχτυα στη θάλασσα, διότι ήταν ψαράδες.

Ἡ ἀποστολική περικοπή τῆς Κυριακῆς Β Ματθαίου.Παναγιώτης Τρεμπέλας


Η ΑΠΟΣΤΟΛΙΚΗ ΠΕΡΙΚΟΠΗ ΤΗΣ ΚΥΡΙΑΚΗΣ Β΄ΜΑΤΘΑΙΟΥ

Προς Ρωμαίους, κεφάλαιο Β΄, εδάφια 10-16

10 Δόξα δὲ καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, ᾿Ιουδαίῳ τε πρῶτον καὶ ῞Ελληνι· 11 οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. 12 ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. 13 Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ᾿ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. 14 Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῇ, οὗτοι νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσι νόμος, 15 οἵτινες ἐνδείκνυνται τὸ ἔργον τοῦ νόμου γραπτὸν ἐν ταῖς καρδίαις αὐτῶν, συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων —16 ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ ᾿Ιησοῦ Χριστοῦ.

Ερμηνευτική απόδοση από τον μακαριστό Παν.Τρεμπέλα

10 Δόξα και τιμή και ειρήνη θα αποδοθεί σε κάθε άνθρωπο που εργάζεται το καλό, τόσο στον Ιουδαίο κατά πρώτο λόγο, όσο και στον ειδωλολάτρη. 11 Θα συμβούν τα ίδια στους Ιουδαίους και στους ειδωλολάτρες, διότι δεν χαρίζεται σε πρόσωπα ο Θεός.

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible