Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:
http://bit.ly/Kyrios-Ihsous-Hristos
Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Παρασκευή, 12 Σεπτεμβρίου 2014

Εὐχή εἰς τήν Ὑπεραγίαν Θεοτόκον

ΕΥΧΗ ΕΙΣ ΤΗΝ
ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ

 Ἁγίου Γρηγορίου τοῦ Παλαμᾶ

Παρθένε Δέσποινα Θεοτόκε, τόν Θεόν Λόγον κατά σάρκα γεννήσασα, οἶδα μέν οἶδα, ὅτι οὐκ ἔστιν εὐπρεπές, οὐδέ ἄξιον ἐμέ τόν οὕτω πανάσωτον, εἰκόνα καθορᾶν σου τῆς ἁγνῆς, σοῦ τῆς ἀειπαρθένου, σου τῆς σῶμα καί ψυχήν ἐχούσης καθαρά καί ἀμόλυντα, ὀφθαλμοῖς μεμολυσμένοις ὁρᾶν καί χείλεσιν ἀκαθάρτοις καί βεβήλοις περιπτύσσεσθαι παρακαλεῖν. Δίκαιον γάρ ἐστιν ἐμέ τόν ἄσωτον μισεῖσθαι καί στυγεῖσθαι ὑπό τῆς σῆς καθαρότητος. Πλήν ἐπειδή περ γέγονεν Θεός, ὅν ἐγέννησας, ἄνθρωπος, ὅπως καλέσῃ τούς ἁμαρτωλούς εἰς μετάνοιαν, θαρρῶν κἀγώ προσέρχομαί σοι, μετά δακρύων δεόμενος.
Δέξαι μου τήν παροῦσαν τῶν πολλῶν καί χαλεπῶν πταισμάτων ἐξαγόρευσιν καί προσάγαγε τῷ μονογενεῖ σου Υἱῷ καί Θεῷ, ἱκετηρίαν ποιοῦσα, ὅπως γένηται ἵλεως τῇ ἀθλίᾳ μου καί ταλαιπώρῳ ψυχῇ.
Διά γάρ τό πλῆθος τῶν ἀνομιῶν μου κωλύομαι πρός αὐτόν ἀτενίσαι καί αἰτῆσαι συγχώρησιν· διά τοῦτο σέ προβάλλομαι πρέσβυν καί μεσίτην.
Ὅτι πολλῶν ἀπολαύσας καί μεγάλων δωρεῶν παρά τοῦ πλαστουργήσαντός με Θεοῦ, ἀμνήμων τε πασῶν φανείς ἄθλιος καί ἀχάριστος, εἰκότως παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καί ὡμοιώθην αὐτοῖς· πτωχεύων ταῖς ἀρεταῖς, πλουτῶν τοῖς πάθεσι, αἰσχύνης πεπληρωμένος, παρρησίας θείας ἐστερημένος,
κατακεκριμένος ὑπό Θεοῦ,
θρηνούμενος ὑπό Ἀγγέλων,
γελώμενος ὑπό δαιμόνων καί μισούμενος παρά ἀνθρώπων,
ἐλεγχόμενος ὑπο τοῦ συνειδότος, ὑπό τῶν πονηρῶν μου καταισχυνόμενος ἔργῶν·
καί πρό θανάτου νεκρός ὑπάρχων καί
πρό τῆς κρίσεως αὐτοκατάκριτος ὤν καί πρό τῆς ἀτελευτήτου κολάσεως αὐτοτιμώρητος τυγχάνων ὑπό τῆς ἀπογνώσεως.
Δι᾿ δή εἰς τήν σήν καί μόνην καταφεύγω ἀντίληψιν, Δέσποινα Θεοτόκε,
τῶν μυρίων ταλάντων ὀφειλέτης,
ἀσώτως μετά πορνῶν τήν πατρικήν δαπανήσας οὐσίαν,
πορνεύσας ὑπέρ τήν πόρνην,
παρανομήσας ὑπέρ τόν Μανασσῆν,
ὑπέρ τόν πλούσιον ἄσπλαγχνος γεγονώς,
λαίμαργος δοῦλος,
τό τῶν πονηρῶν λογισμῶν δοχεῖον,
τῶν αἰσχρῶν καί ρυπαρῶν λόγων θησαυροφύλαξ,
πάσης ἀγαθῆς ἐργασίας ἀλλότριος.
Ἐλέησόν μου τήν ταπείνωσιν, οἰκτίρησόν μου τήν ἀσθένειαν· μεγάλην ἔχεις τήν παρρησίαν πρός τόν ἐκ σοῦ τεχθέντα· οὐδείς δύναται, ὡς σύ, Μῆτερ Θεοῦ. Πάντα γάρ ἰσχύεις, ὡς πάντων ὑπερέχουσα τῶν κτισμάτων καί οὐδέν σοι ἀδύνατον, ἐάν θελήσῃς μόνον. Μή οὖν παρίδῃς μου τά δάκρυα, μή βδελύξῃ μου τόν στεναγμόν, μή ἀπώσῃ μου τόν ἐκ καρδίας πόνον, μή καταισχύνῃς μου τήν εἰς σέ προσδοκίαν· ἀλλά, ταῖς μητρικαῖς σου δεήσεσι, τήν τοῦ ἀγαθοῦ Υἱοῦ σου καί Θεοῦ ἀβίαστον βιασαμένη εὐσπλαγχνίαν, ἀξίωσόν με τόν ταλαίπωρον καί ἀνάξιον δοῦλόν σου, τό πρῶτον καί ἀρχαῖόν μου ἀπολαβεῖν κάλλος καί τήν τῶν παθῶν ἀποθέσθαι ἀμορφίαν, ἐλευθερωθῆναι ἀπό τῆς ἁμαρτίας, δουλωθῆναι δέ τῇ δικαιοσύνῃ, ἐκδύσασθαι τόν μιασμόν τῆς σαρκικῆς ἡδονῆς, καί ἐνδύσασθαι τόν ἁγιασμόν τῆς ψυχικῆς καθαρότητος, νεκρωθῆναι τῷ κόσμῳ καί ζῆσαι τῇ ἀρετῇ.

Ὁδοιποροῦντί μοι, συνόδευσον·
ἐν θαλάσσῃ πλέοντι, σύμπλευσον·
ἀγρυπνοῦντά με, ἐνίσχυσον·
θλιβόμενον, παραμύθησον·
ὀλιγοψυχοῦντα, παρακάλεσον·
ἀσθενοῦνι, ἴασίν μοι δώρησαι·
ἀδικούμενον, ρῦσαί με·
συκοφαντούμενον, ἀθώωσον·
εἰς θάνατον κινδυνεύοντα, συντόμως προφθάσασα λύτρωσαι·
τοῖς ἀοράτοις ἐχθροῖς καθ᾿ ἑκάστην φοβερόν δεῖξόν με, ἵνα γνῶσι πάντες οἱ ἀδίκως τυραννοῦντες, τίνος δοῦλος ὑπάρχω.
Ναί, ὑπεράγαθε Δέσποινα Θεοτόκε, ἐπάκουσον τῆς οἰκτρᾶς μου δεήσεως καί μή καταισχύνῃς με ἀπό τῆς προσδοκίας μου, μετά Θεόν ἐλπίς πάντων τῶν περάτων τῆς γῆς.
Τόν βρασμόν τῆς σαρκός μου κατάσβεσον,
τόν ἐν τῇ ψυχῇ μου ἀγριώτατον κλύδωνα κατεύνασον,
τόν πικρόν θυμόν καταπράϋνον,
τόν τύφον καί τήν ἀλαζονίαν τῆς ματαίας οἰήσεως ἐκ τοῦ νοός μου ἀφάνισον,
τάς νυκτερινάς φαντασίας τῶν πονηρῶν πνευμάτων καί τάς μεθημερινάς τῶν ἀκαθάρτων ἐννοιῶν προσβολάς, ἐκ τῆς καρδίας μου μείωσον·
παίδευσόν μου τήν γλῶσσαν λαλεῖν τά συμφέροντα,
δίδαξόν μου τούς ὀφθαλμούς βλέπειν ὀρθῶς τῆς ἀρετῆς τήν εὐθύτητα·
τούς πόδας μου τρέχειν ἀνυποσκελίστως ποίησον τήν μακαρίαν ὁδόν τῶν τοῦ Θεοῦ ἐντολῶν·
τάς χεῖράς μου ἁγιασθῆναι παρασκεύασον, ἵνα ἀξίως αἴρω αὐτάς πρός τόν ὕψιστον·
κάθαρόν μου τό στόμα, ἵνα μετά παρρησίας ἐπικαλῆται Πατέρα, τόν φοβερόν Θεόν καί Πανάγιον·
ἄνοιξόν μου τά ὦτα, ἵνα ἀκούω αἰσθητῶς καί νοητῶς τά ὑπέρ μέλι καί κηρίον γλυκύτερα τῶν ἁγίων Γραφῶν λόγια καί βιῶ κατ᾿ αὐτά, ὑπό σοῦ κραταιούμενος.
Δός μοι καιρόν μετανοίας, λογισμόν ἐπιστροφῆς, αἰφνιδίου θανάτου με ἐλευθέρωσον, κατακεκριμένον ὑπό τοῦ συνειδότος με ἀπάλλαξον. Καί τελευταῖον παράστηθί μοι ἐν τῷ χωρισμῷ τῆς ψυχῆς ἀπό τοῦ ἀθλίου μου σώματος, τήν ἀφόρητον ἐκείνην ἐλαφρύνουσα βίαν, τόν ἀνέκφραστον κουφίζουσα πόνον, τήν ἀπαραμύθητον παρηγοροῦσα στενοχωρίαν, τῆς σκοτεινῆς με τῶν δαιμόνων λυτρουμένη μορφῆς· τοῦ πικροτάτου λογοθεσίου τῶν τελωνῶν τοῦ ἀέρος καί τῶν ἀρχόντων τοῦ σκότους ἐξαίρουσα καί τά χειρόγραφα τῶν πολλῶν μου ἁμαρτιῶν διαρρήσσουσα, τῷ Θεῷ με οἰκείωσον καί τῆς ἐκ δεξιῶν αὐτοῦ μακαρίας στάσεως ἐν τῷ φοβερῷ κριτηρίῳ καταξίωσον καί τῶν αἰωνίων καί ἀκηράτων ἀγαθῶν κληρονόμον με ποίησον. Ταύτην σοι προσάγω τήν ἐξομολόγησιν, Δέσποινά μου Θεοτόκε, τό φῶς τῶν ἐσκοτισμένων μου ὀφθαλμῶν, παραμυθία τῆς ἐμῆς ψυχῆς, μετά Θεόν ἐλπίς μου καί προστασία, ἥν εὐμενῶς πρόσδεξαι καί καθάρινόν με ἀπό παντός μολυσμοῦ σαρκός καί πνεύματος καί ἀξίωσόν με ἐν τῷ παρόντι αἰῶνι ἀκατακρίτως μετασχεῖν τοῦ παναγίου καί ἀχράντου σώματος καί αἵματος τοῦ Υἱοῦ καί Θεοῦ σου· ἐν δέ τῷ μέλλοντι, τοῦ γλυκυτάτου καί οὐρανίου δείπνου τῆς τρυφῆς τοῦ Παραδείσου ἔνθα πάντων ἐστίν εὐφραινομένων κατοικία. Τούτων δέ τυχών τῶν ἀγαθῶν ἀνάξιος, δοξάσω εἰς τούς αἰῶνας τῶν αἰώνων τό πάντιμον καί μεγαλοπρεπές ὄνομα τοῦ Υἱοῦ καί Θεοῦ σου, τοῦ δεχομένου πάντας τούς ἐξ ὅλης μετανοοῦντας ψυχῆς, διά σέ τήν γενομένην πάντων τῶν ἁμαρτωλῶν μεσίτριαν καί ἐγγυήτριαν. Διά γάρ σοῦ, Πανύμνητε καί ὑπεράγαθε Δέσποινα, περισῲζεται πᾶσα βροτεία φύσις, αἰνοῦσα καί εὐλογοῦσα Πατέρα καί Υἱόν καί Ἅγιον Πνεῦμα, τήν Παναγίαν Τριάδα καί Ὁμοούσιον, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

«Ὑπεραγία Θεοτόκε σῶσόν με»



Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ