Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Δευτέρα, 4 Ιανουαρίου 2016

Κι ὅμως καί οἱ δικηγόροι μποροῦν νά ἁγιάσουν …


Τῃ 20ή Δεκεμβρίου μνήμη του ὁσίου πατρός ἡμῶν Φιλογονίου, επισκόπου Ἀντιοχείας, τοῦ ἀπό δικολόγων

                                     

Συναξάριον
Οὗτος ὁ μακάριος Φιλογόνιος ὁ γενόμενος ἀπό δικολόγου ἐπίσκοπος ᾿Αντιοχείας, οὗ τήν ἑορτήν ἄγομεν νῦν, τῇ μαθήσει τῶν θείων γραμμάτων ἐκδοθείς, ἀνάθημα τῷ Θεῷ ἐγένετο· διά πάσης γάρ διελθών παιδεύσεως ὡς μίαν ἁπάσας κατώρθωσεν· ὅθεν λαμπρόν ἐπεδείξατο βίον, καίτοι γυναῖκα ἔχων καί θυγατέρα, καί ἐν δικαστηρίοις στρεφόμενος, καί ἀνθρώποις ἀδικουμένοις συνηγορῶν καί χεῖρα βοηθείας ὀρέγων. Οὗτος ὑπέρ ἢλιον ἔλαμψεν, ὡς εὐθέως ἐκεῖθεν ταύτης ἄξιος φανῆναι τῆς ἀρχῆς, καί ἐκ μέσης τῆς ἀγορᾶς ἁρπασθείς ἀπό βήματος δικαστικοῦ ἐπί βῆμα ἤγετο ἱερόν. Καί πρῶτον μέν ἀνθρώποις συνηγόρει, τούς ἠδικημένους τῶν ἀδικούντων ἰσχυροτέρους ποιῶν, ἔπειτα δέ τό τοῦ Χριστοῦ ποίμνιον ἐνεχειρίσθη καί ἀπό τοῦ ἐπισκοπικοῦ θώκου ἀνθρώποις πάλιν συνηγόρει κατά δαιμόνων τῶν ἐπηρεαζόντων.
῝Οταν δέ ἐπί τόν θρόνον τοῦτον τῆς ᾿Αντιοχείας ἀνήγετο, πολλή ἦν ἡ δυσκολία, ἄρτι τοῦ παρά Λικινίου διωγμοῦ παυσαμένου, καθ’ οὗ ὁ μακάριος γενναίως ἀντέστη, καί τῶν λειψάνων ἔτι μενόντων τῆς χαλεπωτάτης ζάλης, ἀλλά καί τάχα ἡ τῶν αἱρετικῶν ἐπανάστασις, ἐπ’ αὐτοῦ τήν ἀρχήν λαβοῦσα ὑπό τῆς ἐκείνου σοφίας ἐνεκόπτετό τε καί ἐκωλύετο, καθώς καί ὁ τίμιος Χρυσόστομος, ἐγκωμίοις αὐτόν τιμήσας, πλατύτερον τά περί αὐτοῦ ἐφιλοσόφησεν. Γενναῖον δέ, δίκαιον καί μεγαλόψυχον ἐφώνησεν αὐτόν ἡ τοῦ Χρυσοστόμου ὄντως μελίρρυτος γλῶττα. ῾Ο μακάριος Φιλογόνιος ὑπερασπισθείς τῶν ὀρθῶν δογμάτων, τοῦ δυσσεβοῦς ᾿Αρείου τάς πλάνας θείοις λόγοις κατέρριψεν, κληθείς παρ’ αὐτοῦ εἰς τήν πρός τόν Εὐσέβιον Νικομηδείας ἐπιστολήν ὡς μέγας ἐχθρός αὐτοῦ. ῾Ο σεπτός Φιλογόνιος πλήν ἄλλων συνυπέγραψεν καί τήν ᾿Εγκύκλιον του ὀρθοδόξου Πατριάρχου ᾿Αλεξανδρείας ᾿Αλεξάνδρου κατά τοῦ ᾿Αρείου ἐν ἔτει 321 μ.χ. μετά τῆς δηλώσεως ὃτι ἐπήνει τήν ἐν αὐτῇ ἐκτιθεμένην ὀρθόδοξον πίστιν. Οὗτος θεαρέστως ποιμάνας τό πιστευθέν αὐτῷ ποίμνιον ἀπό τοῦ 314 μέχρι τοῦ 324 μ.χ., καί ἀγγελικῶς ἐπί γῆς βιώσας, καί διαπρέψας τῇ ᾿Αρχιερωσύνῃ, πρός Κύριον ἐξεδήμησεν τῇ εἰκοστῇ Δεκεμβρίου τοῦ ἔτους 323 μ.χ., πρός τήν ἀτάραχον μεταταξάμενος ζωήν. Διά τῆς γλώττης τοῦ ἱεροῦ Χρυσοστόμου “μακαρίζομεν αὐτόν ὅτι εἰ καί μετετάξατο καί πόλιν ἀφῆκεν τήν παρ᾿ ἡμῖν, ἀλλ’ εἰς ἑτέραν ἀνέβη πόλιν τήν τοῦ Θεοῦ, καί καταλιπών τήν ᾿Εκκλησίαν ταύτην, εἰς ἐκείνην τελεῖ τήν τῶν πρωτοτόκων τῶν ἀπογεγραμμένων ἐν οὐρανοῖς, καί τάς ἑορτάς ταύτας ἀφείς πρός τήν τῶν ἀγγέλων μετέστη πανήγυριν”.
Ταῖς αὐτοῦ πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν.

Κοντάκιον. ῏Ηχος α! Χορός ἀγγελικός.
Προστάς ὣσπερ πατήρ, τοῦ λαοῦ σου θεόφρον, εἰς δόξαν τοῦ Θεοῦ, κατηνάλωσας βίον· ναούς γάρ ἐδόμησας και εὐκτήρια ἳδρυσας, καί ἐκήρυξας ᾿Αντιοχείας τῷ πλήθει, τήν θεότητα τοῦ ᾿Ιησοῦ καταρρίψας, ᾿Αρείου βδελύγματα.
῾Ο Οἶκος.
Ἅγιος ῾Ιεράρχης
ἀνεδείχθης τρισμάκαρ
λαόν ᾿Αντιοχείας ποιμάνας.
Δικαιότατος ὤν ἐν βροτοῖς
ἀπό βήματος δικαστικοῦ ἄμεμπτε
τῇ Χάριτι τοῦ Πνεύματος
ἐν βήματι ναοῦ ἐστάθης.
Χαῖρε, ᾿Αρείου τήν πλάνην σβήσας,
χαῖρε, πιστοῖς τά ὀρθά κηρύξας.
Χαῖρε, δικολόγων ἀρχαῖον θησαύρισμα,
χαῖρε, συνηγόρων δικαίων ὑπόδειγμα.
Χαῖρε, ὓψος ταπεινώσεως δι᾿ ἀσκήσεως πολλῆς,
χαῖρε, βάθος διακρίσεως δυσθεώρητον βροτοῖς.
Χαῖρε, ὃτι ἐγένου ῾Ιεράρχης ἐν γάμῳ,
χαῖρε, ὃτι τῇ ψήφῳ τοῦ Θεοῦ ἀνεδείχθης.
Χαῖρε, ἐν λόγοις λάμψας καί πράξεσι,
χαῖρε, διδάξας Πνεύματος Χάριτι.
Χαῖρε, φωστήρ τῆς Χριστοῦ ᾿Εκκλησίας,
Χαῖρε, φωνή καί πηγή ἀληθείας.
Χαῖρε, πάτερ πανόλβιε.
Στίχοι
῎Ελαμψε λόγοις ἀνήρ δίκαιος.
Φῶς ὀρθοδόξοις, πῦρ δ’ αἱρετικούς φλέγον.
῎Αντυγ᾿ ἐς Οὐρανίην ἀναδέδραμε Φιλογόνιος εἰκάδι.
Ἕτεροι ἐκ τοῦ Μηναίου.
Φιλογόνιος ἐντολεύς λείπει βίον,
δραμών ἀρίστην ἐντολῶν Θεοῦ τρίβον.

Βλ. και ΑΓΙΟΣ ΦΙΛΟΓΟΝΙΟΣ: Ένας δικηγόρος που

 άγιασε στη δικηγορία –

http://omothimadon.gr/?p=32731

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ