Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Κυριακή 16 Μαρτίου 2014

Ῥωμανὸς ὁ Μελωδός - Κοντάκιον εἰς τοὺς Ἁγίους Τεσσαράκοντα Μάρτυρας

Ῥωμανὸς ὁ Μελωδός - Κοντάκιον εἰς τοὺς Ἁγίους Τεσσαράκοντα Μάρτυρας


Προοίμιον Ι
Πᾶσαν στρατιὰν τοῦ κόσμου καταλιπόντες
τῷ ἐν οὐρανοῖς δεσπότῃ προσεκολλήθητε,
ἀθλοφόροι κυρίου τεσσαράκοντα·
διὰ πυρὸς γὰρ καὶ ὕδατος διελθόντες,
μακάριοι, ἐπαξίως ἐκομίσασθε
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.

Προοίμιον ΙΙ
Χαίροις, ὁ στρατὸς τῆς δόξης τοῦ βασιλέως,
χαίρετε, φαιδροὶ φωστῆρες τῆς εὐσεβείας,
ἐκκλησίας, χαίρετε, φρουροὶ ἀσφαλεῖς,
βασιλέων κλέος, χαίρετε, πολιτείας πύργος,
χαίρετε, ἀθληταὶ οἱ τεσσαράκοντα,
ἐν τῇ μνήμῃ τῇ ὑμῶν οἰκτείρατε ἡμᾶς.
Οἶκοι
Τὰ τῆς γῆς (App. Metr. iii)
Τῷ ἐν θρόνῳ ἀστέκτῳ ἐποχουμένῳ,
τῷ ἐκτείναντι τὸ φῶς καθάπερ δέρριν,
τῷ τὴν γῆν ἑδράσαντι καὶ συνάξαντι ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν,
τῷ πάντα ἐκ μὴ ὄντων ποιήσαντι ὑπάρχειν
καὶ πᾶσι χορηγοῦντι πνοὴν καὶ ζωήν,
τῷ προσδεχομένῳ τῶν ἀρχαγγέλων τὸν ὕμνον
καὶ ὑπ᾿ ἀγγέλων προσκυνουμένῳ
καὶ ὑπὸ πάντων ἀνυμνουμένῳ,
Χριστῷ τῷ παντοκράτορι, τῷ πλάστῃ καὶ θεῷ ἡμῶν,
προσπίπτω ὁ ἀνάξιος προσάγων μου τὴν δέησιν,
λόγου χάριν αἰτῶν, ἵν᾿ ἰσχύσω εὐσεβῶς ἀνυμνῆσαι κἀγὼ
τοὺς ἁγίους, οὓς αὐτὸς ἔδειξε νικητὰς
δωρησάμενος αὐτοῖς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Οὗτοι τῶν ἐγκωμίων ὑπερβαλλόντως
ὑπέρκεινται πανσόφως οἱ ἀθλοφόροι·
οὗτοι παρετάξαντο τῷ Σατὰν
καὶ ἐπάταξαν τῶν εἰδώλων τὸ φρύαγμα·
οὗτοι τῆς ἀσεβείας κατέβαλον τὸ σέβας,
οὗτοι τῆς εὐσεβείας κήρυκες στερροί·
οὗτοι ἀμφιβόλων †ἀκριβείας διδάσκαλοι†,
οὗτοι νοσοῦντας ἀεὶ ἰῶνται
καὶ ἐκ πνευμάτων δεινῶν λυτροῦνται,
οὗτοι τυφλῶν ἀνάβλεψις καὶ τῶν λεπρῶν καθάρσιον·
οὗτοι χωλῶν ἀνόρθωσις καὶ παρειμένων ἔγερσις,
οὗτοι πλεόντων λιμήν, οὗτοι ὁδοιπορούντων ὁδηγοὶ ἀγαθοί,
οὗτοι τυραννουμένων ἔκδικοι ἀσφαλεῖς
ὡς λαβόντες ὁμαδὸν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ὑπὲρ ἡλίου αἴγλην ὑπερβαλλόντως
ἡ τῶν ἁγίων τούτων λάμπει φαιδρότης·
νέφη γὰρ καλύπτουσι τὴν ἐκείνου,
τὴν τούτων δὲ οὐδὲ νὺξ διαδέχεται·
ἐκεῖνος ἀνατέλλων μαρμαρυγὰς ἐκπέμπει
καὶ δύνων αὖθις ἕλκει πάσας σὺν αὐτῷ·
τῶν δὲ πανολβίων τὴν φαεινὴν λαμπηδόνα
καὶ ἡ ἡμέρα ἀνακηρύττει,
καὶ ἡ νὺξ δὲ πάλιν θαυμάζει ἄγαν,
πῶς διασχίσαι ἴσχυσε τὴν τῶν πραγμάτων θύελλαν·
παρέστη γὰρ πολύδοξος τῷ τοὺς πιστοὺς δοξάζοντι
καὶ ἤκουσε παρ᾿ αὐτοῦ· «Σὺ ἐδόξασας ἐμὲ ἐπὶ τῶν γηγενῶν·
ἐν ὑψίστοις οὖν κἀγὼ ἐν σοὶ ὁμολογῶ
παρασχών σοι ἀγαθά,
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν».
Τοῦ πανσόφου δεσπότου σοφοὶ οἰκέται,
τοῦ γνησίου γενέτου γνήσια τέκνα,
τοῦ στρατολογήσαντος Ἰησοῦ τοῦ θεοῦ ἡμῶν ὁ στρατὸς ὁ ἐλλόγιμος,
τοῦ θαυμαστοῦ ποιμένος ἡ θαυμασία ποίμνη,
τοῦ γεωργοῦ τῶν ὅλων τὸ γεώργιον,
πηγῆς ἀενάου πέλει τὰ νάματα ταῦτα·
ἀμπέλου θείας κλήματα θεῖα,
ἁγίας ῥίζης ἅγιοι κλάδοι,
τοῦ κτίστου πάσης κτίσεως ὡς κτίσμα τὸ ἐράσμιον,
τοῦ ἀκηράτου ἄνακτος ἡ πανολβία σύγκλητος,
οἱ μαθηταὶ τοῦ Χριστοῦ, οὓς συνήγαγεν αὐτός, ὁ τῶν ὅλων σωτήρ,
καὶ προσέταξεν οἰκεῖν ἐν ἀγήρῳ ζωῇ
δωρησάμενος αὐτοῖς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ἄγαν ὑπερυψώθη ὑπὸ τοῦ πλάστου
καὶ μετὰ τῶν ἀγγέλων πανηγυρίζει
ἡ τῶν τεσσαράκοντα ἀθλοφόρων πανεύφημος φάλαγξ ἀκαταγώνιστος·
καὶ γὰρ ὡς νικηφόρος πᾶσι τοῖς ἀπ᾿ αἰῶνος
ἁγίοις ἐν ὑψίστοις συναγάλλεται,
στολὴν λευχείμονα, ἀκήρατον καὶ ἁγίαν
τὴν ἐκ τῶν ἄθλων ἠμφιεσμένη
καὶ ἐν τῇ πίστει τὴν κορωνίδα,
ἡ ἅπασιν αἰδέσιμος ταῖς νοεραῖς δυνάμεσιν
ὡς νύμφη ἀξιάγαστος καὶ τοῦ κυρίου πάρεδρος,
τοῦ ἀγαθοῦ νυμφιοῦ, ἣν ἐκόσμησεν αὐτὸς ταῖς αὐτοῦ δωρεαῖς,
ἡ ἐκλάμπουσα ἀεὶ θείας μαρμαρυγάς·
ἠξιώθη γὰρ λαβεῖν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ποῖον στόμα ἀρκέσει πρὸς εὐφημίαν,
ποία γλῶσσα ἰσχύσει ἐγκωμιάσαι
τοὺς ἁγίους μάρτυρας, τοὺς λιπόντας τὴν πρόσκαιρον δόξαν διὰ τὴν μέλλουσαν,
τοὺς ἀποχωρισθέντας ἀπὸ τοῦ διαβόλου
καὶ κολληθέντας πίστει τῷ σωτῆρι ἡμῶν,
τοὺς ἀποσπασθέντας ἀπὸ πάσης ἁμαρτίας
καὶ συναφθέντας δικαιοσύνῃ,
τοὺς ἀπροσίτους ἐν τοῖς ἐπαίνοις,
τοὺς ἅπασαν τὴν ἤπειρον τῆς πλάνης ἀπαλλάξαντας
καὶ δόγματα ὀρθόδοξα κηρύξαντας τοῖς πέρασι,
τοὺς στρατιώτας Χριστοῦ, τοὺς ὑπὲρ τῶν εὐσεβῶν προμαχοῦντας ἀεὶ
καὶ θερμῶς τοὺς τοῦ θεοῦ πολεμοῦντας ἐχθρούς;
οἷς δεδώρηται αὐτὸς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ἰσχυροὶ ἐν πολέμοις ἀναδειχθέντες
ἰσχυροὶ ἐν τοῖς ἄθλοις ὤφθησαν αὖθις
ἄγαν οἱ πανόλβιοι, οἱ πολλοὶ καὶ διάφοροι, εἷς δὲ ὄντες ἐν ἅπασιν·
ἓν δὲ θέλημα τούτοις ἐν μίᾳ ὁμονοίᾳ
λατρεύειν ὁλοψύχως τῷ τῶν ὅλων θεῷ·
ὁμόφρονες ὄντες καὶ ὁμογνώμονες ὄντως,
ὁμοῦ τὴν πλάνην ἀπολιπόντες,
ὁμοῦ ταῖς στρέβλαις ἐγκαρτεροῦντες,
ὁμοῦ καὶ τὴν ἀπόλαυσιν τῶν ἀγαθῶν ἐκτήσαντο,
ὁμοῦ καὶ τοὺς στεφάνους δὲ ἀπέλαβον οἱ ἄξιοι
τῇ καρτερίᾳ αὐτῶν· τεσσαράκονντα ὤφθησαν οἱ Χριστοῦ ἀθληταί,
οὓς ἐδόξασεν Χριστός, ὁ μόνος λυτρωτής,
δωρησάμενος αὐτοῖς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ναρκιᾷ μου ἡ ψυχὴ διηγουμένη
τὴν τῆς θείας πληθύος μίαν καρδίαν·
ἐν διῃρημένοις γὰρ τεσσαράκοντα σώμασι μίαν γνώμην ἐκτήσαντο·
διὸ καὶ †τῶν βιαίων† ἀπὸ βορρᾶ φυγόντες
διάβολον γενναίως ἐτροπώσαντο.
τεσσαράκοντα γλώσσας ὤφελον ἀναλαβέσθαι,
ἵνα ἰσχύσω ὑμνολογῆσαι
τοὺς μίαν γλῶσσαν ἀναλαβόντας
καὶ προσκολλᾶσθαι σπεύσαντας ταῖς νοεραῖς δυνάμεσι
τοῦ σὺν αὐταῖς ἀσίγητον γεραίρειν ᾆσμα ἅγιον
τῷ ἐν ὑψίστοις θεῷ τῷ χωρίσαντι αὐτοὺς τῶν προσκαίρων δεινῶν
καὶ συνάψαντι αὐτοὺς τοῖς αὑτοῦ λειτουργοῖς·
καὶ γὰρ δέδωκεν αὐτοῖς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Οἱ στερροὶ στρατιῶται τοῦ ἐν ὑψίστοις
μετὰ τὴν τῶν πολέμων ἀνδραγαθίαν
αὖθις παρετάξαντο τῷ τῶν ἀθέων ἄνακτι· εἰ δοκεῖ οὖν, πιστότατοι,
συντείνατέ μοι ἅμα τὸν νοῦν καὶ τὰς καρδίας·
χρήσασθαι γὰρ παραδείγματι βούλομαι·
ὥσπερ ἐν σκοπέλῳ κατίδωμεν ἐν ὑψίστοις
τὸν τῶν ἀγώνων ἀγωνοθέτην
Χριστὸν σκοποῦντα ἐν τῷ σταδίῳ·
πολεμικὴν παράταξιν πανοῦργον, πολυμήχανον
Σατὰν παραταττόμενον σὺν τοῖς οἰκείοις ἅπασι
τῷ εὐσεβεῖ ἀριθμῷ, καὶ αὐτὸν τὸν εὐσεβῆ κατὰ τοῦ ἀσεβοῦς
πολυτρόπως σπεύδοντα ἐκνικῆσαι αὐτόν,
ἵνα λάβῃ ὁμαδὸν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ὑψώσας τὴν κακίαν Σατὰν ὁ πλάνος
παρετάξατο †πόλεμον† εἰς τοὺς ἁγίους·
οὗτοι παρετάξαντο κατ᾿ αὐτοῦ οἱ πανόλβιοι τῷ θεῷ ἐπελπίζοντες·
εἶχον γὰρ συμμαχίαν τὴν πίστιν καὶ ἐλπίδα,
οἱ δὲ τοῦ ἐναντίου ὑπερασπισταὶ
ὁ δοὺξ καὶ ὁ ἡγεμών· συνῆλθον οὖν πρὸς τὴν θέαν
σὺν τῷ ὑψίστῳ ἀγγέλων πλῆθος,
σὺν τῷ Βελίαρ δαιμόνων στῖφος·
ὡπλίσαντο οἱ ἄδικοι τοῖς δόρασι μαχήσασθαι,
ὁμοίως καὶ οἱ δίκαιοι θυρεῶν ἐπελάβοντο
δέξασθαι τὰς προσβολάς· τὰ μὲν ὅπλα τῶν δεινῶν αἰκισμοὶ συνεχεῖς·
τῶν δὲ πράων ποῖα ἦν; προσευχὴ ἐκτενής·
δι᾿ ὧν εὗρον οἱ πιστοὶ
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ῥωμαλέος ὁ τρόπος τῶν ἀθλοφόρων·
παρετάξαντο κατὰ τῶν ἀντιθέων,
ὥσπερ παρετάξατο ὁ Μωσῆς πρὸς τὸν Ἀμαλὴκ ἀτενίζων πρὸς κύριον
πετάσας ἐν τῷ ὕψει τὸν νοῦν καὶ τὴν καρδίαν
σὺν ταῖς χερσὶ καὶ πᾶσαν τὴν αἴσθησιν <>·
καὶ οὗτος ἀρτίως παραπλησίως ἐδείχθη
πετάσας χεῖρας σὺν τῇ καρδίᾳ
καὶ ἀτενίζων τῷ ἐν ὑψίστοις·
ἐκεῖνον ὑπεστήριζον Ἀαρὼν καὶ Ὦρ, ὡς γέγραπται,
καὶ τοῦτον ὑπεστήριξε πίστις, ἐλπίς, ὡς ἔγνωμεν·
ὤφθη Μωσῆς νικητὴς ἐκδιδάσκων ἅπαντας ἀτενίζειν θεῷ·
καὶ ὁ τρόπος τῶν πιστῶν δι᾿ εὐχῆς νικητὴς
ἀνεδείχθη ὡς λαβὼν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ὥσπερ πρόμαχος δεινὸς τῆς ἀσεβείας
Ἀγρικόλαος δίκην βελῶν τοὺς λόγους
σπεύσας κατηκόντισε πειθανάγκην οἰόμενος ἀπατῆσαι τοὺς μάρτυρας·
φησὶν αὐτοῖς· «Ὦ φίλοι, ὑμᾶς προσήκει εἶναι
ὑπερμάχους Ῥωμαίων καὶ στρατηγούς·
μὴ ὑστερήσητε ἑαυτοὺς ἐκ τῆς συγκλήτου,
μὴ συμμιγῆτε τοῖς κατακρίτοις,
τοῖς ἐντρυφῶσιν ἐν ταῖς βασάνοις·
ὑμῶν ὁ βίος ἔντιμος, ἐκείνων δὲ ἐπάρατος·
ὑμῖν ἡ δόξα ἕπεται, ἐκείνοις δὲ ἡ κόλασις·
μὴ οὖν φυρῆτε αὐτοῖς ἑαυτοὺς ἁρπάσαντες ἐκ θανάτου πικροῦ·
οὐ λυτροῦται γὰρ ὑμᾶς ἐξ αὐτοῦ ὁ Χριστός·
οὐ καρποῦσθε δι᾿ αὐτοῦ
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Μηχανὰς πολυπλόκους καὶ παγκακίστους
κατὰ τῶν ἀντιθέων ἐπιτηδεύω,
αἷς οὐ μὴ δυνήσονται ἀντιστῆναι τὸ σύνολον οἱ ἡμῖν ἀντιλέγοντες·
ὑμᾶς δὲ ὡς ὀφθέντας Ῥωμαίων ὑπερμάχους
θαρρῶ, ὅτι ἐν πᾶσιν ὑπήκοοι ἐστέ·
καὶ πλούτῳ καὶ δόξῃ ὑμᾶς τιμήσει ὁ ἄναξ
ὡς σεμνοὺς ἄνδρας διαφανέντας
καὶ σωφροσύνῃ κεκοσμημένους·
ὑμεῖς γὰρ νῦν ἐπίστασθε τὰ τῶν Ῥωμαίων δόγματα·
δεῦτε οὖν, προσφιλέστατοι, σὺν πᾶσι τοῖς εὐγνώμοσι
προσπέσωμεν τοῖς θεοῖς, ἵνα ῥύσωνται ἡμᾶς ἐκ θανάτου πικροῦ,
ᾧ προστρέχουσιν ἀεὶ οἱ Χριστοῦ μαθηταὶ
ὡς οἰόμενοι εὑρεῖν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.»
Ἀτρομάκτως ἔλαβον βέλη τοιαῦτα
τροπωσάμενοι αὐτοῦ τὴν κακουργίαν·
ἄτρωτοι δὲ ἔμειναν· πρὸς γὰρ ταῦτα ἀντέφησαν τῷ ἀδίκῳ οἱ δίκαιοι·
«Ἐχθρὲ τῆς ἀληθείας, υἱὲ τῆς ἀπωλείας,
καλῶς ἐπωνομάσθη τὸ ὄνομα σοῦ
Ἀγρικόλαος· ἄγριος γὰρ εἶ κολακευτὴς
ὡς ὁ πατήρ σου Σατὰν ἐκεῖνος,
ὁ συμβουλεύσας, φησί, τῇ Εὔᾳ·
‘ἐὰν τοῦ ξύλου γεύσησθε, ὥσπερ θεοὶ γενήσεσθε’·
καὶ σὺ ἡμῖν τὴν πρόσκαιρον δόξαν ἑλέσθαι εἴρηκας·
ἀλλ᾿ οὐ γελάσεις ἡμᾶς· οὐκ ἀρνούμεθα Χριστὸν τὸν θεὸν τοῦ παντός,
τὸν δεσπόζοντα ζωῆς καὶ θανάτου ἀεί,
τὸν διδοῦντα τοῖς πιστοῖς
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.»
Νευρωθεὶς τῷ ἀστέκτῳ θυμῷ ὁ πλάνος
ὡς τοιαῦτα ἀκούσας ὑπὸ τῶν πράων
τοὺς ὀδόντας ἔβρυξεν ὥσπερ λέων ἀνήμερος καὶ ὡς ὄφις ἐσύρισεν·
θυμομαχῶν οὖν ἔφη ὁ δοὺξ τῷ ἡγεμόνι·
«Ἐν λίθοις συντριβήτω τὸ στῖφος αὐτῶν».
αὐτίκα δ᾿ ἐπέστη ξιφηφόρος ὁ Βελίαρ,
ἱνὰ ἐν τάχει σὺν τοῖς ἀθέοις
ἐκπολεμήσῃ τοὺς φιλοθέους·
καὶ †διακατασπεύσαντεσ† τοῦ πολεμεῖν ἀπήρξαντο
καὶ λίθους κατηκόντιζον· ἀλλ᾿ ὤφθησαν οἱ ἄνομοι
συντρίβοντες ἑαυτούς· ἡ κακία γὰρ αὐτῶν ἐπῆλθεν ἐπ᾿ αὐτούς,
καὶ τὸ ἄδικον αὐτῶν ἐπὶ κάραν αὐτῶν·
οὐ γὰρ εὗρον οἱ δεινοὶ
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Οὕτως δὲ συντριβέντες ὑπὸ τῶν λίθων
τῶν ἁγίων οἱ ἐχθροὶ ἀπηναισχύντουν
καὶ ἑτέραν βάσανον ἐξευρεῖν ἐβουλεύοντο κατὰ τῶν στρατιώτων Χριστοῦ.
καὶ δὴ συμβουλευθέντες μετὰ τοῦ διαβόλου
εὕραντο τιμωρίαν δεινὴν κατ᾿ αὐτῶν·
τῆς λίμνης τὸ κρύος κατανοήσαντες μέγα
βορραίου ταύτην ὑπερφυσῶντος
καὶ δριμυτάτης νυκτὸς πελούσης
προσέταξαν τοὺς μάρτυρας γυμνοὺς ἐν ταύτῃ ἵστασθαι·
οἱ δὲ ἀποδυσάμενοι γυμνοὶ ὥσπερ εἰς στάδιον
εἰσήλθοσαν ἐν αὐτῇ καὶ τὴν νύκτα τὰς εὐχὰς ἀνέπεμπον τῷ Χριστῷ·
τὸν δὲ ἕνα ὁ ἐχθρὸς ἐκχωρίζει ἀπ᾿ αὐτῶν·
οὐ γὰρ ἤλπιζεν εὑρεῖν
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ὑψόθεν δὲ ὁ κτίστης ὥσπερ ἐν θέρει
ἥλιον ἀνατέλλει τοῖς ἀθλοφόροις
καὶ στεφάνους ἔπεμψεν ἐννέα καὶ τριάκοντα τοῖς τὸ κρύος ἐνέγκασι·
τοῦτο δὲ θεωρήσας εἷς ἐκ τῶν φυλασσόντων
εἰσῆλθεν ἐν τῇ λίμνῃ πιστεύσας Χριστῷ·
ἀπῆλθεν Ἰούδας καὶ ἀντεισήχθη Ματθίας·
ὁ πρὶν αὐθάδης, ὁ χθὲς διώκτης
συνηριθμήθη τοῖς ἀθλοφόροις·
πρωΐας δὲ ὡς εἴδοσαν αὐτὸν οἱ ἀσεβέστατοι,
προσέταξαν θυμούμενοι βάκλοις τοὺς στερροὺς κλάνεσθαι
καὶ δὴ ἐξάψαντες πυρὰν ἐν αὐτῇ κατέκαυσαν τὰ σώματα αὐτῶν
καὶ τὰ λείψανα αὐτῶν ἔρριψαν ποταμῷ,
καὶ εὕραντο οἱ πιστοὶ
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Ὑπολειφθέντα ἕνα ἐκ τῶν ἁγίων
ὑπὸ τῶν παρανόμων βλέπουσα μήτηρ,
ἄρασα ὃν ἔτεκεν ἐπὶ ὤμων τοῖς σώμασι τῶν ἁγίων ἐπέρριψε
νικήσασα τὰ πάθη τῇ ἑαυτῆς προθέσει,
εὑροῦσα αἰωνίαν δόξαν σὺν αὐτοῖς·
ἀλλ᾿ ὥσπερ καὶ τότε, Χριστέ, σωτήρ, βασιλεῦ μου,
τοῖς σοῖς ἁγίοις παρέσχες νίκην
κατὰ δαιμόνων καὶ τῶν τυράννων,
καὶ νῦν ὡς εὐδιάλλακτος τῷ πιστοτάτῳ ἄνακτι
κατὰ βαρβάρων δώρησαι τὰς νίκας καὶ τὰ τρόπαια,
εἰρήνην νέμων σῷ λαῷ ἱκεσίαις καὶ εὐχαῖς τῆς τεκούσης σε σαρκί,
τῶν ἁγίων καὶ στερρῶν ἀθλοφόρων σου ἀεί,
τῶν λαβόντων παρὰ σοῦ
δόξαν ἐκ τῶν οὐρανῶν καὶ στεφάνων πληθύν.
Προοίμιον Ι
Τοῦ κόσμου κάθε στράτευσι ἀφήσατε
ἐσεῖς, Σαράντα Ἀθλοφόροι του Κυρίου,
καὶ στὸν Ἀφέντη τ᾿ οὐρανοῦ προσκολληθήκατε,
Γιατί, εὐτυχισμένοι, ἐπεράσατε μέσα ἀπὸ φωτιὰ κι ἀπὸ
νερὸ καὶ μὲ τὴν ἀξία σᾶς κερδίσατε
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
Προοίμιον ΙΙ
Ἂς χαίρεσαι, Στρατὲ τοῦ βασιλιᾶ τῆς δόξας,
χαίρετε λαμπρὰ ἀστέρια τῆς εὐσέβειας,
χαίρετε σταθεροὶ φρουροὶ τῆς Ἐκκλησίας,
χαίρετε, ὦ κλέος βασιλέων, χαίρετε, πύργος πολιτείας,
ὦ Σαράντα ἐσεῖς Ἀθλητές,
στὴ μνήμη σας λυπηθεῖτε μας.
Οἶκοι
Τὰ τῆς γῆς
α´ Σ᾿ Ἐκεῖνον ποὺ κάθεται σὲ Θρόνο παντοδύναμο
καὶ σκορπίζει τὸ φῶς μὲ τόση εὐκολία, ὅμοια μ᾿ αὐτὸν ποῦ δερμάτινη ἁπλώνει σκηνή,
σ᾿ Αὐτὸν ποὺ στερίωσε τὴ Γῆ καὶ τὰ νερὰ στὶς θάλασσές τους σύναξε,
σ᾿ Αὐτὸν ποὺ ἔφερε στὴν ὕπαρξι ἀπ᾿ τὸ μηδὲν τὰ πάντα
καὶ τοὺς χορηγεῖ ζωὴ κι ἀνάσα,
σ᾿ Αὐτὸν ποὺ εὐχαρίστως δέχεται τῶν Ἀρχαγγέλων τὸν ὕμνο
καὶ ἀπ᾿ ἀγγέλους προσκυνεῖται
καὶ ἀνυμνεῖται ἀπὸ ὅλους,
στὸν Παντοκράτορα Χριστό, στὸν Πλάστη καὶ Θεό μας,
προσπέφτω ὁ ἀνάξιος, τὴν ἱκεσία μου προσφέροντας,
ἀναζητώντας ἔμπνευσι γιὰ νὰ μπορέσω κι ἐγὼ ν᾿ ἀνυμνήσω μ᾿ εὐσέβεια,
τοὺς Ἁγίους, τοὺς ὁποίους Αὐτὸς ἀνέδειξε νικητές,
καὶ στοὺς ὁποίους ἐδώρησε
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
β´ Οἱ βραβευμένοι ἐτοῦτοι κάθε ἐγκώμιο
ξεπερνοῦν σοφότατα καὶ ὑπερβολικά.
Σὲ μάχη παρατάχθηκαν αὐτοὶ κατὰ τοῦ Σατανᾶ καὶ
ἐνίκησαν τῶν εἰδώλων τὴν ἀλαζονεία.
Ἐτοῦτοι κατέβαλαν τῆς ἀσέβειας τὸ θρήσκευμα,
ἐτοῦτοι στέρεοι κήρυκες τῆς εὐσέβειας εἶναι.
Αὐτοὶ τοὺς ἀμφιβάλλοντες διδάσκουν μὲ ἀκρίβεια,
αὐτοὶ γιατρεύουν πάντοτε ἐκείνους ποὺ νοσοῦνε
καὶ ἀπὸ πνεύματα κακά τους ἀπελευθερώνουν,
αὐτοὶ τυφλῶν ἀναβλέψι καὶ τῶν λεπρῶν ἡ κάθαρσι.
Αὐτοὶ κουτσῶν ἀνόρθωσι καὶ ἔγερσι παράλυτων,
αὐτοὶ πλεόντων ὁ λιμήν, ὁδοιπορούντων ὁδηγοὶ πολὺ καλοὶ ἐτοῦτοι,
αὐτοὶ τῶν τυραννούμενων ἀληθινοὶ συνήγοροι,
ἐπειδὴ ἔλαβαν ὁμαδικὰ
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
γ´ Κι ἀπ᾿ τοῦ ἡλίου τὴ λάμψι περισσότερο
ἐτούτων τῶν Ἁγίων λάμπει ἡ δόξα ὑπερβολικά.
Ἐκείνου δηλαδὴ τὴ δόξα τὴν καλύπτουνε νέφη, ἐνῶ
αὐτῶν ποτὲ σκοτάδι νύχτας δὲν διαδέχεται.
Ἐκεῖνος ἀνατέλλοντας ἁπλώνει τὶς ἀχτίδες του
καὶ δύοντας τὶς μαζεύει πάλι ὅλες κοντά του,
ἐνῶ αὐτῶν τῶν τρισευτυχισμένων τὴ λαμπερὴ τὴν ἀκτινοβολία
καὶ ἡ ἡμέρα διακηρύττει
μὰ κι ἡ νύχτα τὸ ἴδιο θαυμάζει ὑπερβολικά,
πῶς μπόρεσε νὰ διασχίσῃ τῶν πραγμάτων τὴ θύελλα.
Ὄντως πολύδοξη παρέστη κοντὰ σ᾿ Ἐκεῖνον ποὺ δοξάζει τοὺς πιστοὺς
κι ἄκουσε ἀπ᾿ τὸ στόμα Του: «Ἐσὺ μὲ ἐδόξασες ἀπάνω στὴ Γῆ
κι Ἐγώ, λοιπόν, στοὺς οὐρανοὺς δικιά μου σὲ ὁμολογῶ,
ἀγαθὰ χαρίζοντάς σου,
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
δ´ Τοῦ Πανσόφου Δεσπότη σοφοὶ ὑπηρέτες,
τοῦ γνησίου Γονέα γνήσια τέκνα
τοῦ στρατολογήσαντος Ἰησοῦ τοῦ Θεοῦ μας ὁ ἀξιόλογος στρατός.
Τοῦ θαυμάσιου Ποιμένα ἡ θαυμάσια ποίμνη,
τοῦ Γεωργοῦ τῶν ὅλων, τὸ χωράφι.
Εἶναι πηγὴ ἀστείρευτη ἐτοῦτα τὰ νάματα.
Θεϊκῆς Κληματαριᾶς ἔνθεα κλήματα,
ἁγίας Ρίζας, ἅγιοι κλάδοι,
τοῦ Κτίστου πάσης κτίσεως κτίσμα ἀξιέραστο,
τοῦ Ἀμόλυντου Ἄνακτα ἡ Σύναξι ἡ πανευτυχής,
οἱ μαθηταὶ τοῦ Χριστοῦ, τοὺς ὁποίους Αὐτὸς ἐσυγκέντρωσε, ὁ Σωτήρας τῶν ὅλων
καὶ πρόσταξε νὰ κατοικοῦν στὴν ἀγέραστη ζωὴ
καὶ ἐδώρησε σ᾿ αὐτοὺς
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ε´ Ὑπερυψώθηκε πολὺ ἀπὸ τὸν Πλάστη
καὶ πανηγυρίζει μὲ ἀγγέλους
ἡ ἀσυναγώνιστη περίφημα φάλαγγα τῶν Σαράντα βραβευμένων Ἀθλητῶν.
Καὶ πραγματικὰ ὡς νικηφόρα μὲ ὅλων τῶν αἰώνων,
στοὺς οὐρανοὺς ἀγάλλεται τοὺς ἁγίους
ντυμένη μὲ στολὴ λευκὴ ἀμόλυντη κι ἁγία
δῶρο τοῦ μαρτυρίου,
καὶ γιὰ τὴν πίστι τὴν κορῶνα,
ἡ σὲ ὅλες σεβαστὴ τὶς νοερὲς Δυνάμεις,
ὡς νύφη ἀξιοθαύμαστη καὶ στὸν Κύριο κοντά,
τὸν Καλὸ Νυμφίο, ποὺ ὁ Ἴδιος τὴν στόλισε μὲ τὰ δῶρα τὰ δικά Του,
καὶ πάντα ἀκτινοβολεῖ ἀνταύγειες θεϊκές,
μίας κι ἀξιώθηκε νὰ λάβη
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
στ´ Γιὰ παίνεμα ποιὸ στόμα θὰ εἶναι ἀρκετό,
ποία γλώσσα θὰ μπορέσῃ τὰ ἐγκώμια νὰ πλέξῃ
στοὺς ἁγίους Μάρτυρες, ποὺ γιὰ τὴ δόξα τὴ μέλλουσα ἐγκατέλειψαν τὴν πρόσκαιρη,
ἀποχωρίσθηκαν τὸ Διάβολο
καὶ προσκολλήθηκαν μὲ πίστι στὸ Σωτήρα μας,
ἀπὸ κάθε ἁμαρτία ἀποσπάσθηκαν
καὶ προσχώρησαν στὴν ἀρετή,
στοὺς ἐπαίνους ἀπρόσιτοι,
ὅλη τὴ γῆ ἀπάλλαξαν ἀπὸ τὴν πλάνη
καὶ δόγματα ὀρθόδοξα ἐκήρυξαν στὰ πέρατα,
στοὺς στρατιῶτες τοῦ Χριστοῦ, τοὺς παντοτινοὺς προμάχους τῶν πιστῶν Χριστιανῶν
καὶ ποὺ πολεμοῦνε ἔνθερμά τους ἐχθρούς του Θεοῦ;
Καὶ στοὺς ὁποίους δώρησεν Αὐτός,
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ζ´ Σὲ πολέμους ἰσχυροὶ ἀναδείχθηκαν,
στὰ ἀθλήματα πάλι ἰσχυροὶ παρουσιάσθηκαν
πάρα πολὺ οἱ πανένδοξοι, οἱ πολλοὶ καὶ διάφοροι, ἕνα ὅμως σὲ ὅλα.
Καὶ μία θέλησι σὲ τούτους καὶ ὁμόνοια
στὴν ὁλόψυχη λατρεία τοῦ Θεοῦ τοῦ Παντοκράτορα.
Ἔχοντας τὸ ἴδιο φρόνημα καὶ τὴν ἴδια ὄντως γνώμη,
μαζὶ τὴν πλάνη ἐγκατέλειψαν,
μαζὶ στὰ βάσανα ὑπόμειναν,
μαζὶ καὶ τὴν ἀπόλαυσι τῶν ἀγαθῶν ἀπόκτησαν,
μαζὶ καὶ τὰ στεφάνια δὲ παρέλαβαν οἱ ἄξιοι,
γιὰ τὴν καρτερικότητα καὶ τὴν ὑπομονή τους. Σαράντα τοῦ Χριστοῦ οἱ Ἀθλητὲς ὑπῆρξαν,
ποὺ ἐδόξασεν Ἐκεῖνος, ὁ Μόνος Λυτρωτὴς
καὶ τοὺς ἐδώρησε
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
η´ Δὲν μπορεῖ ἡ ψυχή μου νὰ κάνῃ διήγησι
γιὰ τὴ μία καρδιὰ τοῦ θεϊκοῦ πληθυσμοῦ.
Μία γνώμη ἀπόκτησαν πράγματι σὲ σαράντα σώματα μέσα.
Γιὰ τοῦτο καὶ ἐνίκησαν τὸν ὁρμητικὸ βοριὰ
καὶ τὸ Διάβολο γενναία κατατρόπωσαν.
Ἔπρεπε σαράντα νἆχα γλῶσσες
γιὰ νὰ μπορέσω ν᾿ ἀνυμνολογήσω,
αὐτοὺς ποὺ ἔλαβαν μία γλώσσα
καὶ ἔτρεξαν νὰ ἑνωθοῦν μὲ τὶς ἀσώματες Δυνάμεις
καὶ νὰ δοξολογοῦν μαζί τους ἅγιον ἄσμα καὶ ἀσίγαστο
στὸν Ὕψιστο Θεὸ ποὺ τοὺς ἐχώρισε ἀπὸ τὰ πρόσκαιρα δεινὰ
καὶ μὲ τοὺς ἀγγέλους Τοῦ τοὺς ἕνωσε.
Καὶ ὄντως τοὺς ἔδωκε
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
θ´ Οἱ στέρεοι στρατιῶτες τοῦ Ὑψίστου
μετὰ ἀπ᾿ τὴν ἀνδραγαθία τῶν πολέμων
πάλι ἐπαρατάχθηκαν σὲ πόλεμο μὲ τὸν Ἄνακτα τῶν ἀθέων. Ἂν τὸ νομίζετε, λοιπόν, πιστότατοι,
τὸ νοῦ καὶ τὴν καρδιά σας νὰ μ᾿ ἀνοίξετε.
Γιατὶ θέλω χρῆσι παραδείγματος νὰ κάνω.
Ἂς δοῦμε στὰ οὐράνια τὸν ἀγωνοθέτη καὶ Κριτὴ τῶν ἀγώνων,
τὸ Χριστὸ στὸ στάδιο νὰ παρατηρῇ
ὅπως ἀκριβῶς ἀπὸ σκοπιά.
Πολεμικὴ παράταξη νὰ βλέπη πανούργα, πολυμήχανη,
τὸ Σατανᾶ νὰ παρατάσση μαζὶ μὲ ὅλους τους δικούς του
κατὰ τοῦ πληθυσμοῦ τῶν εὐσεβῶν καὶ αὐτοὶ οἱ εὐσεβεῖς
νὰ βιάζονται νὰ τὸν κατανικήσουν πολυτρόπως,
καὶ νὰ λάβη ἡ ὁμάδα
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ι´ Ὕψωσε τὴν κακία ὁ πλάνος Σατανᾶς
καὶ μὲ τοὺς Ἁγίους παρατάχθηκε σὲ πόλεμο.
Αὐτοὶ οἱ πανευδαίμονες ἐναντίον του παράταξι ἔκαμαν, ἔχοντας στὸ Θεὸ τὶς ἐλπίδες.
Γιατὶ εἶχαν συμμάχους τὴν ἐλπίδα καὶ τὴν πίστι,
τοῦ δὲ Ἀντίθετου οἱ ὑπερασπιστὲς ὁ Δούκας καὶ ὁ Ἡγεμόνας.
Ἦρθε, λοιπόν, γιὰ τὸ θέαμα,
μαζὶ μὲ τὸν Ὕψιστο, πλῆθος ἀγγέλων,
μαζὶ μὲ τὸ Δαίμονα, δαιμόνων φάλαγγα.
Ὁπλίσθηκαν οἱ ἄδικοι μὲ δόρατα γιὰ μάχη,
ὁμοίως καὶ οἱ δίκαιοι ἀσπίδες ἔλαβαν μεγάλες,
γιὰ νὰ δεχθοῦν τὶς προσβολές. Τὰ μὲν ὄπλα τῶν ἀλλόκοτων κακώσεις συνεχεῖς.
Τῶν δὲ πράων ποῖα ἦσαν; Προσευχὴ συνεχὴς καὶ ἐγκάρδια.
Μὲ τὴν ὁποία βρῆκαν οἱ πιστοὶ
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ια´ Τῶν νικητῶν ὁ τρόπος ρωμαλέος.
Κατὰ τῶν ἀντιθέων παρατάχθηκαν,
ὅπως ἀκριβῶς ὁ Μωυσῆς ἐπαρατάχθη κατὰ τοῦ Ἀμαλὴκ πρὸς τὸν Κύριο ἀτενίζοντας
νοῦ καὶ καρδιὰ στὰ ὕψη ἀνεβάζοντας
μαζὶ μὲ τὰ χέρια καὶ ὅλες τὶς αἰσθήσεις.
Καὶ τώρα τὸ ἴδιο παραπλήσια συνέβη:
ἅπλωσαν χέρια καὶ καρδιὰ
κι ἀτένιζαν τὸν Ὕψιστο.
Ἐκεῖνον, κατὰ τὴ Γραφή, ὑποστήριζαν ὁ Ἀαρὼν κι ὁ Ὢρ
καὶ τούτους ὑποστήριξεν ἡ πίστι, ἡ ἐλπίδα, καθὼς ξέρουμε.
Ἐφάνη νικητὴς ὁ Μωυσῆς καὶ διδάσκει τοὺς πάντες στὸ Θεὸ ν᾿ ἀποβλέπουν καὶ νὰ στρέφονται.
Καὶ ὁ τρόπος τῶν πιστῶν νικητὴς μὲ προσευχὴ
ἀπεδείχθη, γιατί ἔλαβαν
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ιβ´ Ὡσὰν ὑπέρμαχος δεινός της ἀσεβείας
ὁ Ἀγρικόλαος τὰ λόγια σὰν βέλη,
ἔτρεξε κι ἐξακόντισε νομίζοντας ὅτι τοὺς Μάρτυρες μὲ ἐξαναγκασμὸ θὰ ἀπατήσῃ
καὶ τοὺς λέει: «Φίλοι, σὲ σᾶς ἁρμόζει νἆστε
Ρωμαίων ὑπέρμαχοι καὶ στρατηγοί.
Ἀπὸ τὴ Σύγκλητο τοὺς ἑαυτούς σας νὰ μὴν ἀποστερήσετε,
μὲ τοὺς κατάδικους μὴ σμίξετε,
μ᾿ αὐτοὺς ποὺ ἐντρυφοῦν στὰ βάσανα.
Ὁ βίος ὁ δικός σας ἔντιμος, ἐκείνων δὲ ἡ κόλασι.
Μή, λοιπόν, ἀνακατεύεσθε μ᾿ αὐτούς, ἁρπάχτε ἀπὸ
θάνατο πικρό τους ἑαυτούς σας.
Γιατί ἀπὸ αὐτὸν δὲν σᾶς λυτρώνει ὁ Χριστός.
Ἀπ᾿ αὐτὸν δὲν κερδίζετε
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ιγ´ Πολύπλοκα τεχνάσματα καὶ βασανιστικὰ
κατὰ τῶν ἀντιθέων ἑτοιμάζω,
στὰ ὁποῖα δὲν θὰ ἠμπορέσουν καθόλου νὰ ἀντισταθοῦν ὅσοι μαζί μας διαφωνοῦν.
Ὅμως ἐσεῖς ποὺ φαίνεσθε τῶν Ρωμαίων ὑπέρμαχοι
θαρρῶ πὼς σὲ ὅλα ὑπήκοοι εἶσθε.
Καὶ μὲ πλοῦτο καὶ δόξα ἐσᾶς θὰ τιμήσῃ ὁ ἄνακτας,
γιατὶ ἄντρες σεμνοὶ ἐφανήκατε
καὶ μὲ σωφροσύνη στολισμένοι.
Τώρα ὄντως ἐσεῖς τὴ θρησκεία τῶν Ρωμαίων γνωρίζετε.
Ἐλᾶτε, λοιπόν, προσφιλέστατοι, μαζὶ μὲ ὅλους τους εὐγνώμονες
στοὺς θεοὺς νὰ προσπέσουμε ἀπὸ θάνατο πικρὸ νὰ μᾶς γλυτώσουν,
στὸν ὁποῖο πάντοτε προστρέχουν τοῦ Χριστοῦ οἱ μαθηταί,
γιατί νομίζουν πὼς θὰ βροῦν
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.»
ιδ´ Τέτοια βέλη ἔλαβαν ἀτρόμητα
καὶ κατατρόπωσαν τὴν κακουργία του.
Καὶ ἄτρωτοι ἔμειναν. Καὶ πρὸς αὐτὰ ἀπάντησαν στὸν ἄδικον οἱ δίκαιοι:
«Ἐχθρὲ τῆς ἀλήθειας, υἱὲ τῆς ἀπώλειας,
καλῶς ἐπωνομάσθης
Ἀγρικόλαος, ὄντως εἶσαι κόλακας δεινός,
καθὼς ὁ πατέρας σου, ὁ Σατανᾶς, ἐκεῖνος,
ποὺ ἐσυμβούλευσε τὴν Εὔα καὶ εἶπε:
᾿Εάν γευθῆτε ἀπ᾿ τὸ Δέντρο, ὡσὰν θεοὶ θὰ γίνετε᾿
Κι ἐσὺ μᾶς εἶπες τὴν προσκιαρη δόξα νὰ διαλέξουμε
ἀλλὰ δὲν θὰ μᾶς ξεγελάσεις. Τὸ Χριστό, τὸ Θεὸ τοῦ παντὸς δὲν ἀπαρνιόμαστε.
Αὐτὸν ποὺ πάντοτε δεσπόζει στὴ ζωὴ καὶ στὸ θάνατο
καὶ προσφέρει στοὺς πιστοὺς
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.»
ιε´ Ἀφόρητος θυμὸς κατέλαβε τὸν πλάνο,
καθὼς ἀπὸ τοὺς πράους ἄκουσεν τέτοια
καὶ τὰ δόντια ἔτριξεν ὡσὰν ἀνήμερο λιοντάρι καὶ σὰν φίδι ἐσφύριξε.
Θυμωμένος ὁ Δούκας, λοιπόν, ἔδωσε διαταγὴ στὸν Ἡγεμόνα:
«Ὅλοι τους νὰ λιθοβολισθοῦν.»
Καὶ ἀμέσως ἔφτασεν ξιφοφόρος ὁ Βελίαρ
δίχως ἄργητα μὲ τοὺς ἄθεους ἀντάμα
τοὺς φιλόθεους γιὰ νὰ καταπολεμήσῃ.
Κι ἔτρεξαν βιαστικὰ καὶ ἄρχισαν τὸν πόλεμο
καὶ λίθους ἐξακόντιζαν. Μὰ γύριζαν ἀπάνω τους.
Ἐπειδὴ ἡ κακία τους ἐπάνω τους ξανἆρθε
καὶ τὸ ἄδικό τους στὰ κεφάλια τους.
Γιατὶ δὲν βρῆκαν οἱ κακοὶ
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ιστ´ Ἂν κι ἔτσι ἀπ᾿ τὰ λιθάρια ἐσυντρίφτηκαν
τῶν Ἁγίων οἱ ἐχθροὶ ἔγιναν ὅμως πιὸ ἀναίσχυντοι
καὶ ἄλλο βάσανο βουλήθηκαν νὰ βροῦν, γιὰ τοῦ Χριστοῦ τοὺς στρατιῶτες.
Καὶ ἔκαμαν μάλιστα συμβούλιο μὲ τὸ Διάβολο
κι εὑρῆκαν τιμωρία γιὰ τούτους φοβερή.
Εἶδαν μεγάλο κρύσταλλο τὴ λίμνη,
καθὼς φυσοῦσε δυνατὸς βορριᾶς
καὶ νύχτα ἔφτανε δριμύτατη
καὶ πρόσταξαν τοὺς Μάρτυρες ἐπάνω της νὰ μένουν.
Κι ἐκεῖνοι ἐξεντύθηκαν καὶ γυμνοὶ σὰν σὲ στάδιο
σ᾿ αὐτὴν ἐμπῆκαν καὶ τὶς προσευχὲς τὴ νύχτα στὸ Χριστὸ ἀνέπεμπαν.
Ἕναν ὅμως ὁ ἐχθρὸς ξεχωρίζει ἀπ᾿ αὐτούς,
γιατὶ δὲν πίστευε νὰ βρῇ
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ιζ´ Κι ὁ Κτίστης ἀπὸ τὰ ψηλά, σὰν σὲ κατακαλόκαιρο,
τὸν ἥλιον ἀνατέλλει γιὰ τοὺς ἀγωνιστές.
Καὶ ἔστειλε στέφανα τριάντα καὶ ἐννέα γιὰ κείνους ποὺ τὸν πάγο ἄντεξαν.
Καὶ τοῦτο ἕνας καθὼς εἶδε ἀπὸ αὐτοὺς ποὺ φύλαγαν
πίστεψε στὸ Χριστὸ καὶ μέσ᾿ στὴ Λίμνη μπῆκε.
Ἀπῆλθεν ὁ Ἰούδας καὶ ὁ Ματθίας ἀναπλήρωσε.
Ὁ πρὶν λίγο αὐθάδης, ὁ χθεσινὸς διώκτης,
μὲ τοὺς νικητὲς συναριθμήθηκε.
Καὶ τὸ πρωὶ καθὼς οἱ ἀσεβέστατοι τὸν εἶδαν
θυμωμένοι ἐπρόσταξαν νὰ τσακίσουν μὲ ραβδιὰ τοὺς στέρεους
καὶ μάλιστα ἄναψαν φωτιὰ καὶ κατάκαψαν μέσα της τὰ σώματα αὐτῶν
καὶ ἔρριξαν στὸν ποταμὸ τὰ λείψανά τους
καὶ εὑρῆκαν οἱ πιστοὶ
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
ιη´ Ἄφησαν ἕναν πίσω, ἀπὸ τοὺς ἁγίους
οἱ παράνομοι καὶ βλέποντας ἡ μητέρα,
ἐσήκωσε στοὺς ὤμους, αὐτὸν ποὺ ἐγέννησε καὶ πάνω τὸν ἔρριξε στῶν Ἁγίων τὰ σώματα
καὶ τὰ ἔνστικτα ἐνίκησε μὲ τὴν πρωτοβουλία της
καὶ κέρδισεν ἀντάμα τους αἰώνια δόξα.
Ἀλλ᾿ ὅπως ἀκριβῶς καὶ τότε, Χριστέ, Σωτήρα, Βασιλιά μου,
ἔδωσες νίκη στοὺς Ἁγίους Σου
κατὰ δαιμόνων καὶ τυράννων,
ἔτσι καὶ τώρα ὡς εὐκολοσυμβίβαστος, στὸν πιστότατον ἄνακτα
δώρησε νίκες κατὰ βαρβάρων καὶ τρόπαια,
παρέχοντας εἰρήνη στὸ λαό Σου, πάντοτε μὲ τὶς ἱκεσίες καὶ τὶς προσευχὲς
Ἐκείνης ποὺ Σὲ γέννησεν ὡς Ἄνθρωπο καὶ τῶν Ἁγίων καὶ στέρεων Ἀθλοφόρων Σου,
ποὺ ἀπὸ Σένα ἔλαβαν
οὐράνια δόξα καὶ πλῆθος στεφάνια.
18 Δεκεμβρίου 1993
Ἀπὸ τὸ βιβλίο Ρωμανοῦ Μελωδοῦ, «Ὕμνοι»,
Ἀπόδοση στὰ νέα ἑλληνικὰ
Ἀρχιμ. Ἀνανία Κουστένη,
Τόμος Δεύτερος, Β´ ἔκδοσις,
Ἐκδόσεις Χ. Μπούρας, Ἀθήνα, σέλ. 520 -542.



Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible