Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

Πέμπτη, 11 Φεβρουαρίου 2016

«Κατακόσμησον τόν νυμφῶνα σου Σιών, καί ὑπόδεξαι τόν Βασιλέα Χριστόν·»


Στιχηρά Ἰδιόμελα

Ἦχος βαρύς. Κοσμᾶ Μοναχοῦ.

Κατακόσμησον τόν νυμφῶνα σου Σιών, καί ὑπόδεξαι τόν Βασιλέα Χριστόν· ἄσπασαι τήν Μαριάμ, τήν ἐπουράνιον πύλην· αὕτη γάρ θρόνος Χερουβικός ἀνεδείχθη· αὕτη βαστάζει τόν Βασιλέα τῆς δόξης· νεφέλη φωτός ὑπάρχει ἡ Παρθένος, φέρουσα ἐν σαρκί Υἱόν πρό Ἑωσφόρου· ὅν λαβών Συμεών ἐν ἀγκάλαις αὑτοῦ, ἐκήρυξε λαοῖς, Δεσπότην αὐτόν εἶναι, ζωῆς καί θανάτου, καί Σωτῆρα τοῦ κόσμου.
Στιχ. Νῦν ἀπολύεις τόν δούλον σου, Δέσποτα, κατά τό ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τό σωτήριόν σου, ὅ ἡτοίμασας κατά πρόσωπον πάντων τῶν λαῶν.





Τόν ἐκλάμψαντα πρό αἰώνων ἐκ Πατρός, ἐπ᾿ ἐσχάτων δέ ἐκ μήτρας Παρθενικῆς, φέρουσα ἐν τῷ ναῷ ἡ ἀπειρόγαμος Μήτηρ, τόν ἐν Σιναίῳ νομοθετήσαντα ὄρει, τῇ διατάξει τῇ νομικῇ πειθαρχοῦντα, προσῆγεν Ἱερεῖ πρεσβύτῃ καί δικαίῳ Χριστόν τόν Κύριον ἰδεῖν χρηματισθέντι· ὅν δεξάμενος Συμεών ἐν ταῖς ἀγκάλαις αὑτοῦ, ἠγαλλιάσαντο βοῶν· Θεός ὑπάρχει οὗτος, Πατρί συναΐδιος, καί Λυτρωτής τῶν ψυχῶν ἡμῶν.

Στιχ. Φῶς, εἰς ἀποκάλυψιν ἐθνῶν, καί δόξαν σου Ἰσραήλ.


Τόν ὀχούμενον ἐν ἅρμασι Χερουβίμ, καί ὑμνούμενον ἐν ᾄσμασι Σεραφίμ, φέρουσα ἐν ἀγκάλαις, ἡ Θεοτόκος Μαρία, ἀπειρογάμως ἐξ αὐτῆς σαρκωθέντα, τόν Νομοδότην νόμου πληροῦντα νόμου τάξιν, ἐδίδου χερσί πρεσβύτου Ἱερέως· ζωήν δέ φέρων ζωῆς ᾐτεῖτο λύσιν, λέγων· Δέσποτα νῦν ἀπόλυσόν με, μηνύσαι τῷ Ἀδάμ· ὡς εἶδον ἄτρεπτον βρέφος, Θεόν προαιώνιον, καί Σωτῆρα τοῦ κόσμου.


Δόξα... Καί νῦν...
Ἦχος πλ. δ΄. Ἀνδρέου Κρήτης.

τοῖς Χερουβίμ ἐποχούμενος, καί ὑμνούμενος ὑπό τῶν Σεραφίμ, σήμερον τῷ θείῳ ἱερῷ, κατά νόμον προσφερόμενος, πρεσβυτικαῖς ἐνθρονίζεται ἀγκάλαις· καί ὑπό Ἰωσήφ εἰσδέχεται δῶρα θεοπρεπῶς, ὡς ζεῦγος τρυγόνων τήν ἀμίαντον Ἐκκλησίαν, καί τῶν Ἐθνῶν τόν νεόλεκτον λαόν· περιστερῶν δέ δύο νεοσσούς, ὡς ἀρχηγός Παλαιᾶς τε καί Καινῆς. Τοῦ πρός αὐτόν χρησμοῦ δέ Συμεών, τό πέρας δεξάμενος, εὐλογῶν τήν Παρθένον, Θεοτόκον Μαρίαν, τά τοῦ πάθους σύμβολα, τοῦ ἐξ αὐτῆς προηγόρευσε· καί παρ᾿ αὐτοῦ ἐξαιτεῖται τήν ἀπόλυσιν βοῶν· Νῦν ἀπολύεις με Δέσποτα, καθώς προεπηγείλω μοι· ὅτι εἶδον σε τό προαιώνιον φῶς, καί Σωτῆρα Κύριον τοῦ Χριστωνύμου λαοῦ.


Αποτέλεσμα εικόνας για ΥΠΑΠΑΝΤΗ ΕΙΚΟΝΑ

Ἀπολυτίκιον.
Ἦχός α΄.

Χαῖρε κεχαριτωμένη Θεοτόκε Παρθένε· ἐκ σοῦ γάρ ἀνέτειλεν ὁ Ἥλιος τῆς δικαιοσύνης, Χριστός ὁ Θεός ἡμῶν, φωτίζων τούς ἐν σκότει. Εὐφραίνου καί σύ Πρεσβύτα δίκαιε, δεξάμενος ἐν ἀγκάλαις, τόν ἐλευθερωτήν τῶν ψυχῶν ἡμῶν, χαριζόμενον ἡμῖν καί τήν Ἀνάστασιν.



Τέλος καί τῇ Τρισηλίῳ Θεότητι
κράτος, αἶνος καί δόξα εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.



Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία: hristospanagia@yahoo.gr
.
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό hristospanagia@yahoo.gr

ΕΤΙΚΕΤΕΣ - ΘΕΜΑΤΑ ΚΑΤΑ ΑΛΦΑΒΗΤΙΚΗ ΣΕΙΡΑ