Παρακλητικὸς Κανὼν
εἰς τὸν ῞Οσιον Τύχωνα τὸν ̒Αγιορείτην
Ποίημα τοῦ κ. Γεωργίου Θ. Μηλίτση, διδασκάλου
Εὐλογήσαντος τοῦ ῾Ιερέως ἀναγιγνώσκεται ὁ Ψαλμὸς ρμβ´ (142ος) καὶ εὐθὺς ὁ Χορὸς σὲ Ἦχον δ´ λέγει τὸ: Θεὸς Κύριος,... (τετράκις) καὶ εἶτα τὰ παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Τῷ θεαρέστως ἐν τῷ ῎Αθῳ βιώσαντι,* οἱ ἐν δεινοῖς καὶ συμφοραῖς νῦν προσπέσωμεν,* ἐν κατανύξι κράζοντες, ἐκ βάθους ψυχῆς,* Τύχων, βοήθησον,* τοὺς σοι προστρέχοντας πίστει,* πρόφθασον καὶ λύτρωσε ἐκ παντοίων κινδύνων,* μὴ παραβλέψῃς δέησιν οἰκτρὰν* τῶν προσφευγόντων τῇ σκέπῃ σου, Πάντιμε.
̉ Απολυτίκιον. Ἦχος πλ. α’. Τῆς ἐρήμου...
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ τοῦ ῎Αθω τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι συγχώρησιν.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε,* τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.* Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,* τὶς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;* Τὶς δὲ διεφύλαξεν ἔως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ˙* σοὺς γὰρ δούλους σώζεις ἀεὶ* ἐκ παντοίων δεινῶν.
῾Ο Νʹ (50ος) Ψαλμὸς καὶ ἀρχόμεθα τοῦ Κανόνος.[1]
ᾨδὴ αʹ. Ἦχος πλ. δʹ. ῾Ὺγρὰν διοδεύσας…
Προσπίπτομεν πάντες ἱκετικῶς* πρὸς σὲ Τύχων μάκαρ,* καὶ αἰτούμεθα ταπεινῶς,* ὅπως ἡμῖν βοήθειαν παράσχης,* ἵνα διάγωμεν βίον φιλόθεον.
̒Ικέτας ἀξίωσον ταπεινῶς,* δεόμεθα πάντες,* Τύχων ἔνδοξε ἀθλητά,* ὅπως λιταῖς σου πρός τόν Κτίστην * παράσχῃ ἡμῖν τὰ τέλη ἀνώδυνα.
Σωτήρα ἀνθρώπων, Τύχων σεμνέ,* ἱκέτευε πάντες σοῦ δεόμεθα ταπεινῶς,* ὅπως ἡμῖν παράσχῃ εἰρήνην* ὡς καὶ βίον ἀκηλίδωτον, ῞Οσιε.
Τούς σπεύδοντας τῇ χάρῃ σου, Μαριάμ,* μή ἐγκαταλείπεις,* ἀλλά δίδου ὑπομονήν,* πίστιν ἀκλόνητον, Παρθένε* ὡς καί ἐλπίδαν,* Θεόνυμφε Δέσποινα.
ᾨδὴ γʹ. Οὐρανίας ἁψῖδος…
Τ |
οῦ πυρὸς τὴν μανίαν* λιταῖς σου κατάσβεσον,* ἀγροὺς καὶ οἰκίας, ὅσιε Τύχων,* σὺ διαφύλαξον,* ἵνα ὑμνοῦμέν σε* τὸν τοῦ Χριστοῦ στρατιώτην* τῶν πιστῶν τὸ στήριγμα* καὶ καταφύγιον.
̉Ανυπόκριτον πίστιν θαυματουργέ, ῞Αγιε,* ἀγάπην καὶ εἰρήνην παράσχου* λιταῖς σου, ῞Οσιε,* ἵνα δοξάζωμέν σε* τὸν συμπολίτην ἀγγέλων* καὶ πιστῶν τό καύχημα,* Τύχων μακάριε.
Προστασίαν οὐκ ἔχω παρ̉ οὐδενός, ῞Οσιε,* διὸ σοι καταφεύγω ὁ τάλας,* Τύχων πανύμνητε,* καὶ ταπεινῶς ἐκζητῶ * τὴν σὴν βοήθειαν, πάτερ,* ἣν σὺ παράσχου, ἔνδοξε,* τάχος ἱκέτῃ Σου.
Θεοτοκίον.
῾Ραθυμίας ἐργάτης,* κατέστην ὁ ἄθλιος,* διὸ πρὸς Σὲ καταφεύγω* καὶ πόθῳ δέομαι,* σπεῦσον ταχὺ, Μαριάμ,* καὶ σῶσον, Κόρη, ἱκέτην,* καὶ Υἱόν Σου, ῎Αχραντε, Σὺ ἐξευμένισον.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
̉Επίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν,* καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Δέησις καὶ τὸ Κάθισμα
Ἦχος βʹ. Τὰ ἄνω ζητῶν...
Σὺ πρέσβυς θερμὸς* καὶ τεῖχος ἀπροσμάχητον·* ἐλέους πηγὴ καὶ πιστῶν καταφύγιον* ἐκτενῶς βοῶμέν σοι,* Θεοδόξαστε Τύχων, πρόφθασον˙* καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς* τοὺς πρὸς σὲ ἀπαύστως προστρέχοντας.
ᾨδὴ δʹ. Εἰσακήκοα, Κύριε,…
Τῶν παθῶν μου τὸν τάραχον,* Θαυματουργέ Τύχων, τάχος εἰρήνευσον* καὶ τὸν κλείδωνα κατεύνασον* τῶν ἐμῶν πταισμάτων, Θεοδόξαστε.
Τέκνα τάχος σὺ δώρησον* τοῖς ποθοῦσι, Τύχων πανευωδέστατε,* καὶ παράσχου ῥώσιν ἅπασι* τοῖς σοι πόθῳ καὶ πίστει προστρέχουσι.
῾Ολοψύχως σοῦ δέομαι* τὰ τέλη ἀνώδυνα πᾶσι δώρησε* καὶ κατεύνασον τὸν τάραχον* τοῦ νοὸς μου, Τύχων, ῎Αθου σέμνωμα.
Θεοτοκίον.
Θεοτόκε πανάχραντε,* τὸν υἱὸν σου σκέπε καὶ διαφύλαττε* καὶ τὸ στόμα μου διάνοι-ξον,* τοῦ δοξάζειν Σε Θεοκοινώνητε.
ᾨδὴ εʹ. Φώτισον ἡμᾶς…
Δώρησον καμέ* ὑγιείαν καὶ ταπείνωσιν,* πνεῦμα συνέσεως καὶ φόβον Θεοῦ*, ἵνα ὑμνῶ σὲ ἀπαύστως, Τύχων θεσπέσιε.
῞Υπνον ἐλαφρὸν* καὶ ἀνάπαυσιν τοῦ σώματος* παράσχου πάντες δεόμεθα θερμῶς* καὶ ταῖς λιταῖς Σου* τῆς ψυχῆς τὰ πάθη, Τύχων, κοίμησον.
Πάντας τοὺς πιστοὺς* ἐντρυφήσαι καταξίωσον* ἐν ταῖς Γραφαῖς, πιστῶν, Τύχων, ἡ χαρά* καὶ βιώσαι τοῖς Χριστοῦ λόγοις καὶ προστάγμασι.
῎Αχραντε, θερμῶς* ἱκετεύω Σε ὁ ἄθλιος* ἐκ τῶν παγίδων ἀρχεκάκου ἐχθροῦ* τὸν Σὸν ἱκέτην* ἀπαύστως, Σεμνή, προστάτευσον.
ᾨδὴ στʹ. Τὴν δέησιν ἐκχεῶ…
Θανάτου τοῦ αἰφνιδίου ρῦσαι με* τὸν ἀνάξιον ἱκέτην λιταῖς σου* καὶ ἐκ φθορᾶς καὶ ποικίλων παγίδων* τοῦ ἀρχεκάκου ἐχθροῦ, Τύχων, μὲ λύτρωσον,* ὦ κλέος τῶν χριστιανῶν,* ἐκ τῶν παθῶν τῶν ποικίλων σύ ῥύσαι με.
Νευρώσεις Σύ, ἀπελαύνεις, ῞Οσιε,* καὶ τὰς νόσους θεραπεύεις ταχέως* καὶ ταῖς ψυχαῖς ̉Ορθοδόξων παρέχεις,* ἀκαταπαύστως βοήθειαν ἔνδοξε˙* Σοῦ δέομαι ὁ δυσμενής,* τῆς ψυχῆς μου τὰ ὄμματα ἄνοιξον.
Προστάτην σε τῆς ζωῆς ἐπίσταμαι* καὶ ἀκοίμητον φρουρὸν σὲ κατέχω,* τοὺς πειρασμοὺς ἀπελαύνεις μακρόθεν,* σὺ καὶ τὰς νόσους διώκεις ταχύτατα,* Τύχων θαυματουργέ,* τῶν ̉Ορθοδόξων φρουρὸς ὁ ἀκοίμητος.
Θεοτοκίον.
̉Ηλίου τοῦ νοητοῦ σύ, ῎Αχραντε,* ἀνεδείχθης, Θεοτόκε, μητέρα,* ὃν καθικέτευε, κόρη, ἀπαύστως* καὶ ὑπὲρ πάντων ἡμῶν ἐξευμένισον* δεόμεθά σου, ὦ Μαριάμ,* ἵνα λάβωμεν χάριν καὶ ἔλεος.
Διάσωσον* ἀπὸ κινδύνων, ἱκέτας σου, μάκαρ Τύχων* ὅτι πάντες δεητικῶς πρὸς σὲ καταφεύγομεν* ὡς ἔχοντι τῷ Θεῷ παῤῥησίᾳ.
῎Αχραντε,* ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως* ἐπ̉ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Δέησις καὶ τὸ Κοντάκιον.
Ἦχος β´. Προστασία.
Σὺ προστάτης τῶν Χριστιανῶν ἀκαταίσχυντος* καὶ μεσίτης πρὸς τὸν Ποιητὴν ἀμετάθετος˙* μὴ παρίδῃς* ἁμαρτωλῶν δεήσεων φωνὰς,* ἀλλὰ σπεῦσον σύ, θαυματουργέ,* εἰς τὴν βοήθειαν ἡμῶν τῶν πιστῶς δεομένων σου˙* δέχου ἡμῶν πρεσβείαις* καὶ ῥῦσαι ἐκ τῶν κινδύνων,* ῞Οσιε Τύχων, ἰσχυρὸν* τῶν ̉Ορθοδόξων καταφύγιον.
Καὶ εὐθὺς τὸ Προκείμενον. Ἦχος δ´.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. (δίς)
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
῾Ο ῾Ιερεύς: Καὶ ὑπὲρ τοῦ καταξιωθῆναι ἡμᾶς …
῾Ο Χορός: Κύριε ἐλέησον (τρίς)
῾Ο ῾Ιερεύς: Σοφία, ὀρθοὶ ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου, Εἰρήνη πᾶσι.
῾Ο Χορός: Καὶ τῷ Πνεύματί σου.
῾Ο ῾Ιερεύς: ̉ Εκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-22) ἁγίου Εὐαγγελίου …
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ ̉Ιησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς ᾿Ιουδαίας καὶ ῾Ιερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο˙ καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε˙ μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ˙ μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε˙ μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε˙ μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
῾Ο Χορός: Δόξα σοι, Κύριε, Δόξα σοι.
Δόξα Πατρὶ …
Ταῖς τοῦ σοῦ ῾Οσίου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν …
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον,* ἐξάλειψον τὰ πλήθη* τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα …
Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι...
Μὴ ἐγκαταλείπης με* τῶν μοναζόντων προστάτα* καὶ πιστῶν τὸ στήριγμα,* ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτους σου˙* θλῖψις γὰρ ἔχει με,* φέρειν οὐ δύναμαι* ἀρχεκάκου τὰ τοξεύματα˙* σκέπην οὐ κέκτημαι* οὐδὲ ποῦ προσφύγω ὁ ἄθλιος,* πάντοθεν πολεμούμενος* καὶ παραμυθίαν οὐκ ἔχω πλὴν σου.* Σπεῦσον, φωτοφόρε,* τὸ καύχημα καὶ κλέος τῶν πιστῶν* καί ὑγιείαν παράσχου μοι,* Τύχων ἀξιάγαστε.
῾Ο ῾Ιερεύς: Σῶσον, ὁ Θεός, τὸν λαὸν σου…
῾Ο Χορός: Κύριε, ἐλέησον (δωδεκάκις)
῾Ο ῾Ιερεύς: ̉Ελέει καὶ οἰκτιρμοῖς…
῾Ο Χορός: ̉Αμήν.
Καὶ ἀποπληροῦμεν τὰς λοιπὰς ᾨδὰς
ᾨδὴ ζʹ. Οἱ ἐκ τῆς ̉ Ιουδαίας...
̉Τοῖς ἀτέκνοις συζύγοις* σὺ παρέχεις τέκνα, πανευωδέστατε,* διὸ καὶ οἱ ποθοῦντες υἱοὺς καὶ θυγατέρας* σοι βοῶντες προσφεύγουσι˙* Τύχων κλέος πιστῶν* ἡμῖν παράσχου ἀπογόνους.
̉Εκ τροχαίου ἱκέτας* σὺ προστάτευσον, Τύχων φωστὴρ λαμπρότατε,* καὶ πᾶσι τοῖς αἰτοῦσι* μετάνοιαν παράσχου,* ἵνα πάντες κραυγάζωμεν˙* Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.
Τοῦ σεισμοῦ τὴν μανίαν* καταπαύει ὁ Πλάστης, λιταῖς σου ἔνδοξε,* διὸ πιστῶν τὰ πλήθη* αἰτοῦσι σαῖς πρεσβεῖαις* καὶ γονυκλινῶς σοῦ δέονται,* τὸν Ζωοδότην Χριστόν, εὐμένισον σύ Τύχων.
Θεοτοκίον.
Λειτουργοὺς τοῦ ῾Υψίστου,* Θεοτόκε Μαρία, θερμῶς δεόμεθα* παράσχου ὑγιείαν* ταπείνωσιν καὶ ῥώσιν,* ἵνα πόθῳ κηρύττουσιν˙* τό θέλημα τοῦ Σοῦ Υἱοῦ* πανάμωμε Παρθένε.
ᾨδὴ ηʹ. Τὸν Βασιλέα.
Τὸν Βασιλέα καὶ Ποιητὴν τῶν ἁπάντων* καθικέτευε, Τύχων φωτοφόρε,* ὅπως σοῦ ἱκέτας* μετάνοιαν παράσχῃ.
Τοὺς ̉Ορθοδόξους ἐκ τῶν χειρῶν ἀρχεκά-κου,* καὶ ἐκ νόσων διάσωσον, Τύχων,* αἰτού-μεθα πίστει* καὶ πόθῳ, Χριστοδρόμε.
῾Η βιοτὴ σου χαρᾶς πληροῖ ̉Ορθοδόξους* καὶ εὐφραίνει καρδίας ἁπάντων,* Τύχων μυροβόλε,* τό κλέος τῶν ἀγγέλων.
Σὲ Θεοτόκε, τοῦ Πλαστουργοῦ τὴν Μητέρα* ἱκετεύομεν πάντες βοῶντες* παράσχου ἱκέταις* τὴν ἄνωθεν εἰρήνην.
ᾨδὴ θʹ. Κυρίως Θεοτόκον.
̉Αξίωσον ἱκέτην,* Τύχων ἀθλοφόρε,* ἀκατακρίτως λαβεῖν τὴν Μετάληψιν* τῶν μυστηρίων τῶν Θείων,* ἵνα δοξάζω σε.
̉Αγάπην καὶ εἰρήνην,* ῥώμην καὶ ὑγείαν,* ὑπομονὴν καὶ πραότητα δίδου ἡμῖν* καὶ τῆς ὀσφῦος τὰ ἄλγη* λιταῖς σου ἴασον.
Σὺν τῇ Μητρὶ τοῦ Κτίστου* καὶ τῷ Παϊσίῳ,* παμμάκαρ Τύχων, πιστοὺς διασώσατε* ἐκ τῶν χειρῶν τοῦ Βελίαρ,* πάντες δεόμεθα.
Θεοτοκίον.
῾Ροὴν μου τῶν δακρύων* μὴ ἀποποιήσῃς,* Θεοτόκε Παρθένε, σοῦ δέομαι* καὶ ἐκ τῆς ψυχῆς μου τὴν λύπην* τάχος διάλυσον.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια
῎Αξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ,* καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως* Θεὸν Λόγον τεκοῦσαν,* τὴν ὄντως, Θεοτόκον,* σὲ μεγαλύνομεν.
Τὴν ῾Ελλάδα σκέπε, θαυματουργέ,* Τύχων μυροβόλε,* σοῦ δεόμεθα ταπεινῶς* καί ἐκ τῶν κυκλοῦντων* αὐτὴν ἐχθρῶν, φωσφόρε,* διάσωσον λιταῖς σου* ταῖς πρὸς τὸν ῞Υψιστον.
Φύλαττε τὸ σῶμα μου, θαυμαστέ,* ἀπὸ τοῦ καρκίνου* καὶ ἐκ νόσων παντοειδῶν,* ὡς καὶ τὴν ψυχὴν μου* ἐκ τῶν παθῶν, τρισμάκαρ,* Τύχων ἀθλοφόρε,* πιστῶν ἀγλάϊσμα.
Πᾶσαν τὴν ἐλπίδα μου, θαυμαστέ,* πρὸς σὲ ἐπιῤῥίπτω* ὁ ἀνάξιος τοῦ Θεοῦ,* διὸ σοι προσπίπτω* καὶ δέομαι ὁ τάλας* τὰ τῆς ψυχῆς μου ἔλκη τάχος θεράπευσον.
̉Εν ῎Αθῳ ἐβίωσας εὐλαβῶς* γόνε τῆς Ρωσίας,* Τύχων ἔνδοξε καὶ σεπτέ,* καὶ γῆν τῆς Καψάλας* διὰ πολλῶν ἀγώνων* ἡγίασας ἐσχάτως* ἔνσαρκε ῎Αγγελε.
Πᾶσαι τῶν ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου* ̉Αποστόλων ἡ δωδεκάς,* οἱ ῞Αγιοι Πάντες,* μετὰ τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν,* εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον, τὸ Πάτερ ἡμῶν…, καὶ τὸ ̉Απολυτίκιον. Ἦχος πλ. α’. Τῆς ἐρήμου...
Τῆς ῾Ρωσίας τὸν γόνον καὶ τοῦ ῎Αθω τὸ κλέϊσμα* τῶν μοναζόντων τὴν δόξα ὡς καὶ πρότυπον ἅγιον,* Τύχωνα, τιμήσωμεν πιστοὶ* τὸν νέον τοῦ Σωτῆρος ἀθλητήν,* τὸν παρέχοντα βοήθειαν δαψιλῶς* τοῖς εὐλαβῶς κραυγάζουσι˙* Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ˙* δόξα τῷ σὲ στεφανώσαντι˙* δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι συγχώρησιν.
Δέησις, ̉Απόλυσις καί ὁ Χορὸς ψάλλει:
῏Ηχος βʹ. ῞Οτε ἐκ τοῦ ξύλου.
Πάντων σὺ προστάτης, ἀγαθέ,* καὶ τῶν σωτηρίαν ποθούντων,* σὺ εἶ ὁδηγὸς ἀπλανής,* ἄλλον γὰρ οὐκ ἔχομεν,* τῶν ̉Ορθοδόξων πληθύς,* πρεσβευτὴν ἀκατάβλητον* καὶ μέγαν μεσίτην,* οἱ κατατρυχόμενοι ὑπὸ ποικίλων παθῶν,* κλέος ἀνεδείχθης καὶ δόξα,* διὸ παρὰ σοῦ Τύχων, αἰτοῦμεν* ταῖς λιταῖς σου, μάκαρ, πρὸς τὸν Κύριον.
Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων σου* καὶ λύτρωσαι ἡμᾶς* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
῏Ηχος βʹ.
Τὴν πᾶσαν ἐλπίδα μου* εἰς σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι̉ εὐχῶν τῶν ῾Αγίων Πατέρων ἡμῶν, Κύριε ̉Ιησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
̉Αμήν.
[1]. Εἰς τὰ δύο πρῶτα τροπάρια ἑκάστης ᾠδῆς λέγομεν: ῞Οσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν, εἰς δὲ τὰ δύο τελευταῖα: Δόξα Πατρὶ…, Καὶ νῦν…https://aktines.blogspot.com/2026/09/23.html#more

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου