Πασχάλιος Ἡμερονύκτιος Ἀκολουθία
Από
Κυριακής του Πάσχα και καθ'όλην την Διακαινήσιμον εβδομάδα μέχρι του
Εσπερινού του Σαββάτου καθώς και από του Εσπερινού της Τρίτης έκτης
εβδομάδος από του Πάσχα (του Τυφλού) μέχρι του Εσπερινού της Τετάρτης
που έχουμε την απόδοση της εορτής του Πάσχα, αντί Μεσονυκτικού, Ωρών και
Αποδείπνου αναγινώσκεται η εξής Ακολουθία:
Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ τοῖς ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος. (Τρίς).
Ἀνάστασιν
Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον Κύριον Ἰησοῦν, τὸν μόνον
ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν καὶ τὴν Ἁγίαν σου
Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτὸς σοῦ ἄλλον
οὐκ οἴδαμεν, τὸ ὄνομά Σου όνομάζομεν. Δεῦτε πάντες οἱ πιστοὶ
προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ
Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντὸς εὐλογοῦντες τὸν Κύριον,
ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ. Σταυρὸν γὰρ ὑπομείνας δι’ ἡμᾶς, θανάτῳ
θάνατον ὤλεσεν (Τρίς).

