Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Κυριακή 23 Νοεμβρίου 2014

Προσευχὴ ὑπὲρ τῆς Ἐκκλησίας καὶ τῶν Κληρικῶν


Ὑπὸ τοῦ μακαριστοῦ π. Ἐπιφανίου Θεοδωροπούλου
Κύριε ὁ Θεὸς ἡμῶν, ὁ μέγας καὶ φοβερὸς καὶ ἔνδοξος, ὁ φυλάσσων τὸ ἔλεός Σου καὶ τὴν διαθήκην Σου τοῖς ἀγαπῶσί Σε καὶ φυλάσσουσι τὰ Σὰ προστάγματα, εὐχαριστοῦμέν Σοι ὑπὲρ τῶν φανερῶν καὶ ἀφανῶν Σου εὐεργεσιῶν τῶν εἰς ἡμᾶς γεγενημένων. Δεόμεθά σου, Κύριε, ῥῦσαι ἡμᾶς καὶ λύτρωσαι, ὅτι πολλὰ τοῖς νόμοις Σου ἀφρόνως προσεπταίσαμεν καὶ ἐκολλήθη ἡ γαστὴρ ἡμῶν εἰς γῆν ἰλύος. Ἐγενήθημεν ὡσεὶ σκεύη ἀπολωλότα, καὶ ἠκούσαμεν ψόγον πολλῶν παροικούντων κυκλόθεν. Διὸ παρακαλοῦμέν Σε, φιλάνθρωπε Δέσποτα, ὕψωσον κέρας Χριστιανῶν Ὀρθοδόξων, καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὸ μέγα Σου ἔλεος. Μὴ παραδῷς, Μονογενὲς Λόγε τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν Σου, ἣν περιεποιήσω τῷ Τιμίῳ Αἵματί Σου, δέρεσθαι ὑπὸ ἀνέμων καὶ σαλεύεσθαι ὑπὸ κυμάτων.
Εἰπὲ οὖν, Κύριε, τῇ μαινομένῃ κατ᾿ αὐτῆς θαλάσσῃ τῶν παθῶν του κόσμου «σιώπα, πεφίμωσο»· ἐπιτίμησον δὲ τοῖς ἀνέμοις καὶ ποίησον γαλήνην, ἵνα γαληνῶς ποντοπορῇ καὶ ἀταράχως ἡ θεία Ὁλκάς Σου. Δὸς δή, φιλεύσπλαγχνε Κύριε, καὶ τοῖς ἁγίοις Σου Ἀρχιερεῦσι καὶ Ἱερεῦσιν, οὓς Πνεῦμα τὸ Πανάγιον ποιμαίνειν ἔθετο τὴν ἐπὶ γῆς στρατευομένην Ἐκκλησίαν Σου, χάριν συνέσεως εἰς τὸ διανοεῖσθαι καὶ πράττειν τὰ εὐάρεστά Σοι καὶ τῷ μυστικῷ Σου Σώματι συμφέροντα. Σὺ τοίνυν, Ἰησοῦ Χριστέ, κυβέρνησον καὶ δίδαξον καὶ φώτισον αὐτοὺς τοῦ ἀγαπᾶν ὑπὲρ τὰ πρόσκαιρα τὴν δόξαν Σου τὴν ἄφθαρτον· ὑπὲρ τὰ ὅρια τῶν γεηρῶν Ἐπισκοπῶν καὶ Ἐνοριῶν αὐτῶν, ὁρᾶν τὴν ἀμετάθετόν Σου Βασιλείαν, ἣν ἀπὸ καταβολῆς κόσμου ἡτοίμασας πᾶσι τοῖς ἀγαπῶσί Σε. Δὸς αὐτοῖς, Κύριε, ἐν φίλτρου ἀγαπᾶν παροξυσμῷ τὸν τίμιον λαόν Σου, ἀεὶ δ᾿ ἑτοίμους εἶναι καὶ τὴν κεφαλὴν ἀποτμηθῆναι ὑπὲρ τοῦ ποιμνίου ἑαυτῶν, κατὰ τὸ Σὸν ὑπόδειγμα. Χρημάτων, Ἅγιε, καὶ δόξης, ποίησον αὐτοὺς ὑπερφρονεῖν καὶ φιλοπτώχους εἶναι, ἑλκύων ἅμα πρὸς τὸν Οὐρανὸν τὸ φρόνημα αὐτῶν. Ἔτι δεόμεθά Σου, Κύριε, φώτισον αὐτῶν τὰ ὄμματα· συνέτισον τὴν διάνοιαν· ταπείνωσον τὴν καρδίαν· τοὺς ὀφθαλμοὺς αὐτῶν ἅγνισον καὶ ἀπόστρεψον τοῦ μὴ βλέπειν τῶν ὑλαίων τὴν ματαιότητα· εὐόδωσον δὲ πάντας ἡμᾶς τοῦ διανύσαι τὴν στενὴν ὁδὸν καὶ τεθλιμμένην, ἵνα ἐν τοῖς Σκηνώμασι τοῖς Οὐρανίοις καταπαύσωμεν τῆς δόξης Σου, καὶ σὺν τοῖς Ἀγγέλοις Σου καὶ Ἀρχαγγέλοις ᾄδωμεν ᾆσμα καινὸν καὶ πανευφρόσυνόν Σοι τῷ Δεσπότῃ καὶ Ἁγίῳ Λυτρωτῇ ἡμῶν, σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς ἀτελευτήτους αἰῶνας. Ἀμήν.
http://users.uoa.gr/~nektar/orthodoxy/prayers/clergy_prayer.htm

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible