Η ΘΑΥΜΑΤΟΥΡΓΗ ΙΕΡΑ ΕΙΚΟΝΑ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ ΤΗΣ " ΠΡΑΥΝΟΥΣΑΣ ΚΑΡΔΙΑΣ ΚΑΚΑΣ " .
"Χαῖρε, ἐν τῇ ἀγκάλῃ θερμάνασα τὸν Λυτρωτὴν καὶ Θεὸν σου.
Χαῖρε, ἡ ἐν σπαργάνοις τυλίξασα Θεὸν ὡς βρέφος ἐλθεῖν καταδεξάμενον.
Χαῖρε, ἡ γάλακτι ἐκθρέψασα τόν τά σύμπαντα συνέχοντα.
Χαῖρε, ἡ τὸ σπήλαιον μετατρέψασα εἰς ουρανόν.
Χαῖρε, ὅτι παρθένος ἔμεινας , Μῆτερ τοῦ Θεοῦ ἀπειρόγαμε.
Χαῖρε, πολυωδυνομένη Μῆτερ τοῦ Θεοῦ. Τρέψον τὰς θλίψεις ἡμῶν εἰς χαρὰν καὶ πράυνον καρδίας κακάς .
Βλέποντες οἱ ποιμένες ἐν φάτνῇ βρέφος ἐσπαργανωμένον, εἰς προσκύνησιν Αὐτοῦ ἦλθον, τῇ τῶν ἀγγέλων ἐπαγγελίᾳ. Ἡ δὲ μἠτηρ αὐτοῦ πάντα ταῦτα ἐφύλαττεν ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ ὀκταήμερος καταδεξάμενος περιτμηθῆναι, Χριστὲ ὁ Θεός, ὡς άνθρωπος συνεμορφώθεις τῷ νόμῳ τοῦ Ἰσραήλ. Ὑμνοῦντες τὴν ταπείνωσιν τοῦ θελήματός σου Θεοτόκε, ψάλλομεν τῷ Παναγάθῳ Θεῷ ἡμῶν·
Ὑπερεύχου σῶν δούλων,
Μῆτερ Θεοῦ, ἄχραντε,
κατασπαζομένων εἰκόνα
σὴν πανσεβάσμιον,
ἐν ᾗ καρδία ἡ σὴ
ὑπὸ σπαθῶν τετρωμένη
νῦν ἑπτά, Παντάνασσα,
δείκνυται, πάναγνε.
https://apantaortodoxias.blogspot.com/2022/02/blog-post_684.html
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου