Ἐπὶ θεραπείαν τήμερον ὁ Θεὸς τὸ γένος καλεῖ.
Ἰατρείαν γὰρ διὰ τοῦ προφήτου τὴν νηστείαν ὡρίσατο, Ἁγιάσατε, λέγων, νηστείαν, κηρύξατε θεραπείαν.
Ἐπειδὴ γὰρ εἶδεν ὁ Θεὸς ἐκ παραδείσου πολυτραυμάτιστον τὸν Ἀδὰμ βληθέντα, θεραπείαν τούτῳ τὴν νηστείαν ἀπένειμε· καλῶς.
Τί γὰρ οὐκ ἰατρεύει νηστεία;
Ποῖον δὲ πάθος οὐκ ἀφανίζει τοῦ νοῦ;
Τὸν τῆς ἀκρασίας κόρον ἀποδιώξασα, ἀνακαινίζει καρδίαν·
τοῦ βίου τὸ ὑγρὸν ἐκκενώσασα, τοῦ θυμοῦ τὰς φλεγμονὰς καταστέλλει, τοῦ φθόνου τὴν σκληρότητα καταπλάττει, τῶν ἐπιθυμιῶν τοὺς ὄγκους χειρουργεῖ, τῶν ἡδονῶν τοὺς πυρετοὺς ἀφανίζει, τῆς κενοδοξίας τὰς φαντασίας ἐλαύνει, τῆς μερίμνης τὰς ἀγρυπνίας ἀποδιώκει, ὀφθαλμῶν τὰς λήμας καθαίρει, σώματος καὶ ψυχῆς τὰς αἰσθήσεις ἐκκαθαίρει·
τεχνῖτις γὰρ αὕτη ἄνωθεν τὸ ἰατρεύειν δεξαμένη παρὰ τοῦ κτίσαντος.