Τί γάρ ἐστι νηστεία, ἢ ἀγώνων στέφανος, καὶ μισθῶν πρόξενος, καὶ σωτηρίας ὁδός;
Νηστεία γὰρ ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν,
ἀπὸ αἰχμαλωσίας εἰς τὴν πατρίδα ἐπανάγει·
νηστεία τὰ τραύματα τῆς ψυχῆς ἰᾶται, νηστεία σαθρωθεῖσαν ψυχὴν ταῖς ἁμαρτίαις ἀνακαινίζει, νευροῖ τὴν ψυχὴν, ἀνδρειοῖ τὸ φρόνημα, τὸν φόβον τοῦ Θεοῦ εἰσάγει,
ἐκπορθεῖ τὰ πάθη, γαληνιᾷ τοὺς λογισμούς.
Ἐν ἡμέραις νηστειῶν ἡδοναὶ σβέννυνται, καὶ ἀρεταὶ ἀνθοῦσι, καὶ σωφροσύνης τὸ κάλλος καθαρώτατον δείκνυται, καὶ σῶμα εἰς ψυχὴν μεταβαίνει,
πνευματικὸν γενόμενον ὑπὲρ φύσιν.


.jpg)


