Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Τρίτη 27 Ιουνίου 2023

Κυριακή Β’ Ματθαίου: Ὁμιλία κατά τῶν μή μεριμνώντων περί τῆς ψυχῆς (Ἀρχιεπίσκοπος Ἀστραχάν καί Σταυρουπόλεως Νικηφόρος Θεοτόκης)

(Ματθ. δ’ 18-23)

Ὁ Χριστὸς προσκαλεῖ τοὺς ἀνθρώπους νὰ Τὸν ἀκολουθήσουν. Γιατὶ ὅμως δὲν ἐνεργεῖ ὁ λόγος Του στὶς καρδιὲς τῶν ἀνθρώπων, ὅπως παλαιότερα; Γιατὶ μένουμε ἀδιόρθωτοι στὴν ἁμαρτία;

Γιατὶ ἔχει σκληρυνθεῖ ἡ καρδιὰ τῶν ἀνθρώπων καὶ ἔχει γίνει ἀνεπίδεκτη τοῦ Φωτισμοῦ τῶν λόγων τοῦ Θεοῦ;

Ποιοὺς τρόπους μετέρχεται ὁ Θεός, γιὰ νὰ προσκαλέσει τοὺς σκληροκάρδιους ἀνθρώπους σὲ μετάνοια;

Ποιὸ εἶναι τὸ τέλος ὅσων δὲν φροντίζουν γιὰ τὴ σωτηρία τους;

***

Κυριακὴ Β΄ Ματθαίου

Ὁμιλία κατὰ τῶν μὴ μεριμνώντων περὶ τῆς ψυχῆς

Ἀρχιεπίσκοπος Ἀστραχὰν & Σταυρουπόλεως Νικηφόρος Θεοτόκης


Χριστιανοί, «Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ Αὐτός, καὶ εἰς τοὺς αἰῶνας» (Ἑβρ. ιγ΄, 8). Ἄχρι τῆς σήμερον προσκαλεῖ «Δεῦτε ὀπίσω μου» (Ματθ. δ΄, 19), ἀλλ’ οὐδεὶς Ἀνδρέας ἤ Πέτρος ἤ Ἰάκωβος ἤ Ἰωάννης ἀκούει τὴν φωνὴν Αὐτοῦ· κράζει ἕως τῆς σήμερον «Δεῦτε πρὸς με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι» (Ματθ. ια΄, 28)· ἀλλ’ οὐδεὶς ἔρχεται πρὸς Αὐτόν· ὑπόσχεται εἰς ἡμᾶς τῆς θείας Αὐτοῦ φιλανθρωπίας τὰ βότανα· «Κᾀγὼ ἀναπαύσω ἡμᾶς» (Ματθ. ια΄, 28)· ἀλλ’ οὐδεὶς οὐδὲ εἰς τὴν δεσποτικὴν πρόσκλησιν πείθεται, οὐδὲ τὴν πατρικὴν δέχεται θεραπείαν. Πόθεν δὲ τοῦτο προέρχεται; ἆρά γε ἠσθένησεν ὁ λόγος τοῦ Θεοῦ καὶ οὐ δύναται ἐνεργῆσαι εἰς τὴν καρδίαν τῶν ἀνθρώπων, καθὼς τὸ πρότερον; ἄπαγε· ὁ Θεὸς ἐστὶν ἀμετάτρεπτος καὶ ἀναλλοίωτος καὶ ὁ λόγος Αὐτοῦ ἐστὶν ὁ αὐτός, «ὥσπερ πῦρ» (Ἱερ. κγ΄, 29), λέγει ὁ προφήτης καὶ ὡς «πέλυξ κόπτων πέτραν» (Ἱερ. κγ΄, 29)· τὴν δύναμιν, ἥν εἶχεν, ὅτε τὸ πρῶτον ἤκουσεν αὐτὸν ὁ Ἀδάμ, ἔπειτα ὁ Νῶε, καὶ μετ’ αὐτὸν ὁ Ἀβραάμ, εἶτα ὁ Μωυσῆς, καὶ μετὰ ταῦτα οἱ προφῆται, καὶ μετ’ αὐτοὺς οἱ ἀπόστολοι, τὴν αὐτὴν ἔχει δύναμιν ἕως τὴν σήμερον ἡμέραν καὶ εἰς τοὺς αἰῶνας· ἄχρι τῆς σήμερον, ὡς πῦρ φλέγει τὴν ἁμαρτίαν, ὡς πέλεκυς κόπτει τῆς καρδίας τὴν σκληρότητα. Διὰ τί, λοιπόν, οὐκ ἐνεργεῖ ἐν ἡμῖν, καθὼς καὶ πρότερον; Διὰ τὶ τόσοι ἁμαρτωλοὶ ἔρχονται στὴν ἐκκλησίαν, ἀκούουσι τὸν λόγον τοῦ Θεοῦ, καὶ ὅμως μένουσιν ἀδιόρθωτοι, καὶ ἐν τῇ ἁμαρτίᾳ αὐτῶν ἀποθνήσκουσι; Τοῦτο, ἀδελφοί μου, προέρχεται ἀπὸ τὴν τελείαν ἀμεριμνίαν τῆς ψυχικῆς ἡμῶν σωτηρίας· περὶ παντὸς φθαρτοῦ καὶ εὐτελεστάτου πράγματος μεριμνῶμεν καὶ φροντίζομεν, περὶ δὲ τῆς σωτηρίας ἡμῶν οὐδεμία οὐδὲ μέριμνα οὐδὲ φροντίς.

Ἀκούσατε τὶ προστάζει ὁ Θεός· ὁ νόμος μου, λέγει, ἕστω μελέτημα τῆς καρδίας καὶ ἐνθύμημα τῆς ψυχῆς ὑμῶν· «Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σου σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου» (Δευτ. στ΄, 6). Χριστιανέ, εἰπὲ τὴν ἀλήθειαν· μελετᾷς κἄν μίαν ὥραν καθ’ ἑκάστην ἡμέραν τὸν νόμον τοῦ Θεοῦ; ἐνθυμεῖσαι κἄν μίαν ὥραν κατὰ πᾶσαν ἑβδομάδα τοῦ Θεοῦ τὰ προστάγματα; Ναί, λέγεις, ἐγὼ προσεύχομαι πρωὶ καὶ ἑσπέρας· ἀληθῶς· ἀλλὰ ποία ἡ προσευχή σου; κινεῖς μὲν γοργῶς τὰ χείλη σου, καὶ ὑποψιθυρίζεις ἕνα ἤ δύο ψαλμούς, τρία ἤ τέσσερα τροπάρια· ὁ δὲ νοῦς σου τρέχει ἔνθεν κᾀκεῖθεν, καὶ οὐδόλως ἀκούει τὸ τὶ λαλεῖ ἡ γλῶσσά σου· πολλάκις δὲ ἐν ὅσῳ τὸ στόμα σου λαλεῖ τῆς προσευχῆς τὰ ρήματα, ὁ νοῦς σου στοχάζεται τῆς ἁμαρτίας ἐνθυμήματα· καὶ σὺ μὲν ἴσως νομίζεις, ὅτι ἐπροσευχήθης καὶ ἐφρόντισας ὑπὲρ τῆς σωτηρίας σου, ἡ δὲ τοιαύτη προσευχή σου ἐπιστρέφει ἄπρακτος εἰς τὸν κόλπον σου καὶ γίνεταί σοι ἁμαρτία· ἐγώ, λέγεις, ἔρχομαι εἰς τὴν ἐκκλησίαν· ναί, ἔρχεσαι· ἀλλὰ φέρεις μόνον τὸ σῶμα, ὁ νοῦς σου μένει εἰς τὴν οἰκίαν σου ἤ εἰς τὴν πραγματείαν σου ἤ εἰς τὰς ὑποθέσεις σου καὶ τοὺς περισπασμούς σου· ἔρχεσαι εἰς τὴν ἐκκλησίαν· ἀλλ’ ἀντὶ νὰ προσηλώσῃς τὸν νοῦν σου εἰς τὸν θεόν, συνομιλεῖς μετὰ τῶν περιεστώτων, ἐνίοτε δὲ καὶ ἀτακτεῖς ἀφόβως.

Ὁ νόμος μου, λέγει ὁ Θεός, ἔστω μάθημα τῶν τέκνων σου· «Καὶ προβιβάσεις αὐτὰ τοὺς υἱούς σου» (Δευτ. στ΄, 7). Πατέρες καὶ μητέρες, εἴπατε τὴν ἀλήθειαν· διδάσκετε ὑμεῖς τὰ τέκνα ὑμῶν τὸν νόμον τοῦ Θεοῦ; ἀναγγέλετε εἰς αὐτὰ πόσαι καὶ ποῖαι εἰσὶν αἱ ἐντολαὶ τοῦ Θεοῦ; λέγετε πρὸς αὐτὰ κἄν ἅπαξ τῆς ἑβδομάδος· τέκνα, ἀκούσατε τὸν λόγον ἡμῶν· ἐὰν φυλάξητε τὰς ἐντολὰς τοῦ Θεοῦ, γίνεσθε ἄνθρωποι τίμιοι καὶ εὐτυχεῖς, καὶ κληρονόμοι τοῦ παραδείσου· ἑὰν δὲ παραβῆτε αὐτάς, γίνεσθε ἄτιμοι καὶ δυστυχεῖς καὶ υἱοὶ τοῦ ἄδου;

Τὸν νόμον μου, λέγει ὁ Θεός, πρέπει νὰ ἔχῃς εἰς τὸ στόμα σου, καὶ ὅταν περιπατῇς εἰς τὸν δρόμον σου καὶ ὅταν κοιτάζησαι εἰς τὴν κλίνην σου, καὶ ὅταν ἀπ’ αὐτῆς ἀνίστασαι· «Καὶ λαλήσεις ἐπ’ αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, καὶ κοιταζόμενος καὶ διανιστάμενος» (Δευτ. στ΄, 7)· ταῦτα θερμαίνουσι τὴν ψυχὴν τοῦ ἀνθρώπου καὶ καλλιεργοῦσι τὴν καρδίαν αὐτοῦ, ὥστε, ὅταν πέσῃ αὐτῷ ὁ λόγος τοῦ Θεοῦ, καρποφορεῖ εὐθὺς τὸν καρπὸν τῆς σωτηρίας. Ἀλλὰ τὶς ἐξ ὑμῶν, ὅταν κάθηται εἰς τὸν οἴκον αὐτοῦ ἤ εἰς ἐκεῖνον τοῦ φίλου αὐτοῦ, λαλεῖ περὶ τοῦ νόμου τοῦ Θεοῦ; τὶς ἤ ὅταν περιπατῇ εἰς τὸν δρόμον ἤ ὅταν κοιτάζηται εἰς τὴν κλίνην ἤ ὅταν ἀνίσταται ἀπ’ αὐτῆς, συλλογίζεται τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ ποίαν ἐξ αὐτῶν ἐφύλαξεν ἤ ποίαν παρέβη; ποῖος, λέγω, κἄν μίαν ὥραν κατὰ πᾶσαν ἡμέραν συλλογίζεται περὶ τῆς σωτηρίας τῆς ψυχῆς αὐτοῦ; ὁ πλούσιος, ἀφιερωμένος εἰς τὰς τρυφὰς καὶ ματαιότητας, οὐδέποτε ἐνθυμεῖται τὴν ὥραν τοῦ θανάτου αὐτοῦ· ὁ πτωχός, τρέχων ἔνθεν κᾀκεῖθεν, ἵνα προφθάσῃ τὰς καθημερινὰς αὐτοῦ ἀνάγκας, ἀμνημονεῖ παντελῶς τὴν ἡμέραν τῆς κρίσεως· τοῦ πραγματευτοῦ ὁ νοῦς, προσκεκολλημένος εἰς τὴν πραγματείαν, οὐδὲν ἄλλο στοχάζεται εἰμὴ ἵνα ἀγοράσῃ εὐθηνὰ καὶ πωλήσῃ ἀκριβά· ὁ τεχνίτης οὐδὲν ἄλλο μεριμνᾷ εἰμὴ ἵνα τελειώσῃ γοργὰ τὸ ἐργόχειρον καὶ κερδήσῃ περισσότερα· περὶ δὲ ψυχῆς, περὶ μελλούσης ζωῆς, περὶ τῆς φοβερᾶς κρίσεως καὶ τῆς βασιλείας τῶν οὐρανῶν καὶ τῆς αἰωνίου κολάσεως οὐδεὶς μεριμνᾷ ἤ φροντίζει· πάντων ὁ νοῦς προσηλωμένος καὶ ἔκδοτος εἰς τὰς τρυφὰς τοῦ σώματος καὶ εἰς τὸ ἴδιον κέρδος καὶ τὰ χρήματα· «Ὁ Θεός», λέει ὁ ψαλμωδὸς προφήτης, «ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν, εἰ ἔστι συνιὼν ἤ ἐκζητῶν τὸν Θεόν» (ψλμ. νβ΄, 3)· οὐδὲνα ὅμως εὗρε τοιοῦτον· «πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, οὐκ ἔστι ποιῶν ἀγαθόν, οὐκ ἔστιν ἕως ἑνός» (ψλμ. νβ΄, 4). Διὰ τὴν ἡδονὴν τῆς σαρκὸς καὶ τὴν ματαιότητα τοῦ κόσμου ὅλη ἡ μελέτη καὶ ἡ σπουδὴ καὶ οἱ ἀγῶνες νύκτα τε καὶ ἡμέραν· διὰ δὲ τὴν σωτηρίαν τῆς ψυχῆς οὐδὲ φροντίς, οὐδὲ λογισμός, οὐδὲ ἐνθύμησις.

Ἐκ τούτου σκληρύνεται ἡ καρδία ἡμῶν καὶ γίνεται ἀνεπίδεκτος τοῦ φωτισμοῦ τῶν λόγων τοῦ Θεοῦ· ἐκ τούτου ἀργὸν γίνεται ἐν ἡμῖν τὸ Εὐαγγέλιον καὶ πᾶς λόγος Θεοῦ ἄπρακτος· ὁ λόγος τοῦ Θεοῦ ἐστι Φῶς οὐράνιον· «Διότι φῶς τὰ προστάγματά Σου ἐπὶ τῆς γῆς» (Ἠσ. κστ΄, 9). Ὅθεν ἔχει τὰ ἰδιώματα τοῦ ὑλικοῦ φωτός· ὅταν τὸ ἡλιακὸν φῶς ἀνατείλῃ, ἐὰν μὲν εὕρῃ θύραν ἤ πόρον εἰς τὴν οἰκίαν, εἰς ἥν προσβάλλει, διελθὸν φωτίζει καὶ θερμαίνει πάντα τὰ ἔνδον τῆς οἰκίας· ἐὰν δὲ μὴ εὕρῃ πόρον διαβάσεως, αὐτὸ μὲν ἀντανακλᾶται εἰς τὰ ὀπίσω, ἡ δὲ οἰκία ἐκείνη μένει ψυχρὰ καὶ σκοτεινή· καθ’ ἑκάστην ἡμέραν διδάσκεται ὁ λόγος τοῦ Θεοῦ· «Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς καὶ αἰφνίδιος ἐφ’ ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη» (Λουκ. κα΄, 34)· τοῦτο ἐστὶ τὸ φῶς· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. Ἀγρυπνεῖτε οὖν ἐν παντὶ καιρῷ δεόμενοι» (Λουκ. κα΄, 36)· τοῦτο ἐστὶ τὸ φῶς· «Λύχνος τοῖς ποσί μου ὁ νόμος σου καὶ φῶς ταῖς τρίβοις μου. – Ἔστωσαν ὑμῶν αἱ ὀσφύες περιεζωσμέναι καὶ οἱ λύχνοι καιόμενοι» (Λουκ. ιβ΄, 35)· τοῦτο ἐστὶ τὸ φῶς· «Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται» (Ἠσ. α΄, 19-20)· τοῦτο ἐστὶ τὸ φῶς. Αὐτό, ὅταν προσπέσῃ εἰς τὰς ἀκοὰς ἡμῶν, ζητεῖ, ἵνα διέλθῃ ἕως εἰς τὸ βάθος τῆς ψυχῆς καὶ φωτίσῃ αὐτήν, ἀλλ’ οὐδεμίᾳν εὑρίσκει διάθεσιν, οὐδένα τόπον διαβάσεως· διότι ἅπασα ἡ ψυχὴ πεπληρωμένη ἐστὶν ὑπερηφανείας καὶ ματαιότητος, φιλαυτίας, φιλοδοξίας καὶ φρονημάτων κοσμικῶν· ζητεῖ αὐτό, ἵνα διέλθῃ ἕως εἰς τὸ κέντρον τῆς καρδίας καὶ θερμάνῃ αὐτὴν εἰς τὸν θεῖον ἔρωτα· ἀλλ’ εὑρίσκει αὐτὴν τοσοῦτον σκληρὰν καὶ πεπωρωμένην ὑπὸ τῶν σαρκικῶν ἐπιθυμιῶν καὶ τῶν σωματικῶν ὀρέξεων, ὥστε οὐδεποσῶς δύναται νὰ διαπεράσῃ. Διὸ κνήθει ὀλίγον τὰς ἀκοὰς καὶ μόλις ἐφάπτεται τῆς ψυχῆς, ἔπειτα ἀντανακλᾶται καὶ στρέφει ἄπρακτος εἰς τὰ ὀπίσω· ὅθεν ἡ μὲν ψυχὴ ἡμῶν διαμένει ἀφώτιστος καὶ σκοτεινή, ἡ δὲ καρδία ψυχρὰ εἰς τὰ θεῖα, ὡς ἡ χιὼν καὶ ὁ κρύσταλλος. Βλέπετε τὶ προξενεῖ ἡ περὶ τῆς ψυχῆς ἀφροντισία; Βλέπετε τὶ ἐπιφέρει ἡ ἀμεριμνία τῆς σωτηρίας; ἀρπάζει τὴν δύναμιν τοῦ λόγου τοῦ Θεοῦ καὶ ἀφαιρεῖ τὴν θείαν αὐτοῦ ἐνέργειαν.

Βλέπει ὁ Θεός, ὅτι διὰ τὴν σκληροκαρδίαν τοῦ ἁμαρτωλοῦ ἡ φωνὴ τοῦ λόγου αὐτοῦ μένει ἄπρακτος. Ἐπειδὴ δὲ φιλάνθρωπος ἐστὶ κατὰ φύσιν, οὐκ ὀργίζεται, ἀλλὰ μετέρχεται ἄλλο μέσον αἰσθητότερον· μετέρχεται τὴν φωνὴν τῆς κτίσεως καὶ δι’ αὐτῆς προσκαλεῖ τὸν ἄνθρωπον εἰς μετάνοιαν. Ἀκούσατε δὲ τὶ ποιοῦμεν ἡμεῖς, ὅταν ἀκούωμεν καὶ αἰσθανώμεθα ταύτης τῆς φωνῆς· παιδίον ἔτι μικρὸν ὁ προφήτης Σαμουὴλ ἐκοιμᾶτο ἐν τῷ ναῷ, ὅπου ἦν ἡ κιβωτὸς τοῦ Θεοῦ· τὴν νύκτα ἔκραζεν ὁ Θεὸς αὐτὸν ἐκ τοῦ οὐρανοῦ, λέγων «Σαμουήλ, Σαμουήλ»· αὐτὸς δὲ ἐνόμιζεν ὅτι ὁ Ἠλὶ κράζει αὐτόν· ὅθεν, ἀντὶ νὰ ἀποκριθῇ τοῦ Θεοῦ, ἰδοῦ ὁ δοῦλος Σου, Κύριε, τὶ προστάζεις; ἔτρεχε πρὸς τὸν Ἠλὶ καὶ ἔλεγε πρὸς αὐτόν· ἰδοὺ ἐγώ, τὶ θέλεις; διὰ τὶ κέκληκάς με; Μετὰ πολλῆς ἐπιμελείας γεωργοῦμεν ἐνίοτε τὴν γῆν· ἔρχεται δὲ ὁ καιρὸς τοῦ τρυγητοῦ καὶ τοῦ θέρους καὶ οὐδὲ καρποὺς τρυγῶμεν ἐκ τῶν δένδρων, οὐδὲ σπόρους θερίζομεν ἐκ τῶν ἀγρῶν, κατὰ τὸν λόγον τοῦ Θεοῦ, δι’ οὗ φοβερίζει τοὺς ἁμαρτάνοντας, λέγων· «καὶ θήσω τὸν οὐρανὸν ὑμῖν σιδηροῦν καὶ τὴν γῆν ὑμῶν ὠσεὶ χαλκῆν· καὶ οὐ δώσει ἡ γῆ ὑμῶν τὸν σπόρον αὐτῆς καὶ τὸ ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ» (Λευιτ. ιστ΄, 19-20). Ἡ ἀκαρπία ἐστὶ φωνὴ τοῦ Θεοῦ, ἥτις κράζει ἡμᾶς καὶ βοᾷ, Ἄνθρωποι, ἄνθρωποι· ἡμεῖς δὲ οἱ πεπλανημένοι οὐ προστρέχομεν εἰς τὸν Θεόν, κραυγάζοντες τὸ ἡμάρτομεν, ἀλλὰ τρέχομεν εἰς τὴν ἀνομβρίαν, λογιζόμενοι, ὅτι αὐτὴ ἐστὶ τῆς ἀκαρπίας τὸ πρωταίτιον. Μετὰ πάσης προσοχῆς ἐπιτηδευόμεθα ἐνίοτε τῆς πραγματείας τὸ ἔργον· ὅμως ἀντὶ κέρδους ζημία ἀκολουθεῖ μεγάλη κατὰ τὴν ἀπόφασιν τοῦ Θεοῦ τὴν λέγουσαν εἰς τοὺς ἁμαρτάνοντας· «Καὶ ἔσται εἰς κενὸν ἡ ἰσχὺς ὑμῶν» (Λευιτ. κστ΄, 20). Ἡ ζημία ἐστὶ φωνὴ τοῦ Θεοῦ, ἥτις προσκαλεῖ καὶ βοᾷ, Ἄνθρωποι, ἄνθρωποι· ἡμεῖς δὲ οἱ πεπλανημένοι οὐ προστρέχομεν εἰς τὸν Θεόν, βοῶντες τὸ ἡμάρτομεν, ἀλλ’ εἰς τὴν τύχην, λογιζόμενοι ὅτι ἡ κακὴ τύχη ἔβλαψεν ἡμᾶς. Ἀληθῶς ὁ Σαμουὴλ οὐκ ἐγνώρισεν, ὅτι ἡ προσκαλοῦσα αὐτὸν φωνὴ ἧν ἡ φωνὴ τοῦ Θεοῦ· ἔτρεχεν ὅμως εἰς τὸν Ἠλί, ὅστις ἐδίδαξεν αὐτόν, ὅτι ὁ Θεὸς ἐστὶν ἐκεῖνος, ὅστις ἔκραζεν αὐτόν· ἡμεῖς δὲ οἱ τάλανες, τὴν φωνὴν τοῦ Θεοῦ μὴ γνωρίζοντες, προστρέχομεν εἰς τὴν ἀνομβρίαν, εἰς τὴν τύχην, εἰς πράγματα ἄψυχα καὶ ἀνύπαρκτα, τὰ ὁποῖα σιωπῶσι καὶ οὐ δύνανται διδάξαι ἡμᾶς τὴν ἀλήθειαν· ὅθεν μένομεν κωφοὶ καὶ ἀναίσθητοι εἰς τὴν φωνὴν τῆς κτίσεως, διὰ τῆς ὁποίας προσκαλεῖ ἡμᾶς ὁ Θεός.

Ὁ Θεός, ἀπειροεύσπλαγχνος ὤν· «οὐ θέλει τὸν θάνατον τοῦ ἀνόμου, ὡς τὸ ἀποστρέψαι αὐτὸν ἐκ τῆς ὀδοῦ αὐτοῦ τῆς πονηρᾶς, καὶ ζῇν αὐτόν» (Ἰεζ. ιη΄, 23). Διὰ τοῦτο ἔτι εὐσπλαγχνιζόμενος κεντᾷ τὴν συνείδησιν ἡμῶν· τὸ πνεῦμα, περὶ οὗ λέγει ὁ θεῖος ἀπόστολος ὅτι ἐξαποστέλλει «ὁ Θεὸς εἰς τὰς καρδίας ἡμῶν, κράζον, Ἀββᾶ, ὁ πατήρ» (Γαλ. δ΄, 6) καὶ συμμαρτυροῦν τῷ πνεύματι ἡμῶν, «ὅτι ἐσμὲν τέκνα Θεοῦ» (Ρωμ. η΄, 16), αὐτὸ τὸ πνεῦμα ἐξαποστέλλει ὁ Θεὸς εἰς τὰς καρδίας ἡμῶν, κράζον οὐχὶ Ἀββᾶ ὁ πατήρ, ἀλλὰ βοῶν «Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός» (Ἐφεσ. ε΄, 14)· ἐξαποστέλλει, λέγω αὐτό, συμμαρτυροῦν, οὐχ «ὅτι ἐσμὲν τέκνα Θεοῦ», ἀλλ’ ἐλέγχον ἡμᾶς καὶ λέγον, ὅτι ἐσμὲν «τέκνα τοῦ διαβόλου» (Α΄ Ίωαν. γ΄, 10). Ὁ ἔλεγχος τῆς συνειδήσεως, τὸν ὁποῖον ἐνίοτε αἰσθάνεται καὶ αὐτὸς ὁ σκληροκαρδιώτατος ἁμαρτωλός, ἐστὶ φωνὴ τοὺ Ἁγίου Πνεύματος, λαλοῦσα οὐχὶ εἰς τὰ ὦτα, ἀλλ’ εἰς τὴν καρδίαν αὐτοῦ· ἕως πότε, λέγει, ζῇς εἰς τὴν ἁμαρτίαν; ἰδοὺ τὸ γῆρας ἦλθεν, ἰδοὺ ἡ ἀσθένεια περιεκύκλωσεν, ἰδοὺ ὁ θάνατος ἐπὶ θύραις· ἔγειραι ἀπὸ τοῦ ὕπνου τῆς ἁμαρτίας, ἀνάστα ἀπὸ τῶν νεκρῶν ἔργων τῆς ἀνομίας σου, τότε δὲ ἀνατέλλει εἰς τὴν καρδίαν σου τὸ φῶς τῆς Χάριτος τοῦ Ἰησοῦ Χριστοῦ· «ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφασύσει σοι ὁ Χριστός». Διὰ τούτων τῶν λόγων παρακαλεῖ τὸ πνεῦμα τῆς ἀληθείας καὶ προτρέπει πρὸς μετάνοιαν· τὶ δὲ πράττει, ταῦτα ἀκούων ὁ ἀναίσθητος ἁμαρτωλός; ἀποστρέφει τὸ πρόσωπον αὐτοῦ· ὅταν ἔρχωνται εἰς τὸν νοῦν αὐτοῦ λογισμοὶ περὶ τῆς ψυχῆς καὶ τῆς σωτηρίας αὐτοῦ, αὐτὸς ἐπίτηδες μεταφέρει αὐτὸν εἰς τοὺς κοσμικοὺς διαλογισμοὺς καὶ οὕτω διασκεδάζει τὸν ἧχον τῆς φωνῆς τοῦ Ἁγίου Πνεύματος.

Ἔρχεται ὁ ἰατρὸς ἐπάνω εἰς τὴν κλίνην τοῦ ἀσθενοῦς καὶ κρατῶν εἰς τὰς χεῖρας τὸ βότανον τῆς ἀσθενείας αὐτοῦ, λέγει πρὸς αὐτόν, Ἔγειραι, ἀνάστα, ἐπικίνδυνος ἐστὶν ἡ ἀσθένειά σου· ἐὰν καταπίῃς τοῦτο τὸ ἰατρικόν, ἀναμφιβόλως ἰατρεύεσαι· ἐὰν δὲ μὴ θελήσῃς αὐτό, οὐδεμία ἐλπὶς ἐστίν ὑπὲρ τῆς ζωῆς σου· ὁ δὲ ἀσθενὴς ταῦτα ἀκούσας, στρέφει εὐθὺς τὸ πρόσωπον αὐτοῦ καὶ οὐδὲ κἄν νὰ ἀκούσῃ θέλει τὰ λόγια τοῦ ἰατροῦ· τὶ ἐστὶ τοῦτο; μωρία, πᾶσαν ἄλλην μωρίαν ὑπερβαίνουσα· καὶ ὅμως ἡ μωρία ἐκείνου τοῦ ἁμαρτωλοῦ, ὅστις κλείει τὰ ὧτα αὐτοῦ πρὸς τὴν φωνὴν τοῦ Ἁγίου Πνεύματος, ἥτις κράζει καὶ λέγει πρὸς αὐτόν, «Ἔγειραι ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν καὶ ἐπιφαύσει σοι ὁ Χριστός·» (Ἐφεσ. ε΄, 14) ἐστὶ μωρία καὶ μανία τῆς τοῦ ἀσθενοῦς ἐκείνου ἀσυγκρίτως ὑπερτέρα· διότι ὁ μὲν ἀσθενὴς παρακούων τοῦ ἰατροῦ, ἐλπίζει ἴσως εἰς τὴν δύναμιν τῆς φύσεως καὶ εἰς τὴν βοήθειαν τοῦ Θεοῦ· ὁ δὲ ἁμαρτωλός, ὁ μὴ ἀκούων τὸ πρόσταγμα τοῦ Παναγίου Πνεύματος, ποίαν ἄλλην ἔχει ἐλπίδα; ὁ ἀσθενὴς παροργίζει ἕνα ἄνθρωπον, τὸν ἰατρόν· ὁ ἁμαρτωλὸς λυπεῖ τὸ Πνεῦμα τὸ Ἅγιον, ἤγουν τὸν Θεόν· ὁ ἀσθενής, ἐὰν ἀποθάνῃ, στερεῖται μίαν ζωὴν πρόσκαιρον· ὁ ἁμαρτωλός, ἐὰν μείνῃ εἰς τὴν ἁμαρτίαν, στερεῖται βασιλείαν αἰώνιον.

Μετὰ δὲ τὰς τοσαύτας εὐσπλαγχνικὰς προσκλήσεις τοῦ Θεοῦ, τὶ ἀκολουθεῖ εἰς ἐκείνους, οἵτινες, ἀμνημονήσαντες ὁλοτελῶς, ὅτι ἔχουσι ψυχήν, ἀποστρέφονται τὴν φωνὴν τοῦ Θεοῦ; διὰ τῶν εὐαγγελικῶν παραβολῶν τῶν δύο πλουσίων ἐφανέρωσεν ἡμῖν ὁ μονογενὴς υἱὸς τοῦ Θεοῦ τίνι τρόπῳ παιδεύει ὁ Θεὸς τοὺς μὴ φροντίζοντας παντελῶς περὶ τῆς ἰδίας σωτηρίας. Τούτων τῶν δύο πλουσίων ὁ μὲν ἔκδοτος εἰς τὴν φροντίδα τῶν ἀγρῶν, τῶν γεννημάτων, τῶν ἀποθηκῶν, τῆς σωματικῆς τρυφῆς καὶ ἀναπαύσεως, εἰς αὐτὰ εἶχε βεβυθισμένον τὸν νοῦν καὶ τὴν καρδίαν, αὐτὰ ἐσυλλογίζετο, περὶ αὐτῶν ὅλος ὁ ἀγὼν αὐτοῦ καὶ ἡ μέριμνα καὶ ἡ σπουδή· «Καὶ διελογίζετο ἐν ἑαυτῷ, λέγων, τὶ ποιήσω, ὅτι οὐκ ἔχω ποῦ συνάξω τοὺς καρπούς μου; Καὶ εἶπε, τοῦτο ποιήσω· καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω καὶ συνάξω ἐκεῖ πάντα τὰ γεννήματά μου καὶ τὰ ἀγαθά μου καὶ ἐρῶ τῇ ψυχῇ μου· Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ κείμενα εἰς ἔτη πολλά· ἀναπαύου, φάγε, πίε, εὐφραίνου» (Λουκ. ιβ΄, 17-19). Πλούσιε, τρισάθλιε, σὺ μὲν κάτω εἰς τὴν γῆν προσήλωσας τὰ ὅμματά σου καὶ οὐδέποτε αἵρεις τὴν κεφαλήν σου εἰς τὸν οὐρανόν· σαρκικὰ ὅλα σου τὰ φρονήματα, τὰ μελετήματά σου ἅπαντα σωματικά, οὐδεμίαν φροντίδα ἔχεις περὶ τῆς μελλούσης ζωῆς· ὁ δὲ Θεὸς οὐρανόθεν ἐλέγχει τὴν ἄνοιαν καὶ ἀφροσύνην σου· «Ἄφρον, λέγει σοι, ἄφρον»· πλούσιε μωρὲ καὶ ἀνόητε, σὺ θαῤῥεῖς νὰ ζήσῃς ἔτη πολλά, ἀπολαμβάνων τὰ ἀγαθά σου· ὁ δὲ Θεὸς ἐξαίφνης θερίζει τὴν ζωήν σου· «Ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ·» (Λουκ. ιβ΄, 17-19) ταύτην τὴν νύκτα ἀποθνήσκεις, τῶν δὲ ἀγαθῶν, ἅπερ ἡτοίμασας, τὶς ἆρά γε ἔσται ὁ κληρονόμος; «Ἅ δὲ ἡτοίμασας τίνι ἔσται;» (Λουκ. ιβ΄, 20) Ἀκούετε, πόσον φρικτὴ ἡ καταδίκη; ἔλεγχος φοβερός, θάνατος αἰφνίδιος, κληρονόμος οὐδείς· αὐτὸ ἐστὶ τὸ τέλος ἐκείνων, οἵτινες θησαυρίζουσι διὰ τὰς σωματικὰς αὐτῶν ἀπολαύσεις καὶ οὐδεμίαν φροντίδα ἔχουσιν, ἵνα στολίσωσι τὴν ψυχὴν αὐτῶν διὰ τοῦ πλούτου τῆς ἀρετῆς καὶ τῆς Χάριτος τοῦ Θεοῦ· «Οὕτως ὁ θησαυρίζων ἑαυτῷ καὶ μὴ εἰς Θεὸν πλουτῶν» (Λουκ. ιβ΄, 21).

Τοῦ ἄλλου πλουσίου ἔργον καθημερούσιον τράπεζα ἀβροδίαιτος, ἐνδύματα λαμπρά, χοροί, ἄσματα, τρυφὴ σωματική, προσθήκη δὲ τῶν κακῶν, ἀσπλαγχνία ἄμετρος· ἔβλεπεν ὁ σκληρότατος καθ’ ἑκάστην ἡμέραν τὸν Λάζαρον γυμνόν, πεινῶντα, πεπληγωμένον, κείμενον πρὸς τὸν πυλῶνα αὐτοῦ· ἔβλεπε καὶ τοὺς κύνας λείχοντας τὰς πληγὰς αὐτοῦ· οὐδέποτε δὲ εὐσπλαγχνίσθη αὐτόν. Ποῖον δὲ τὸ τέλος; ἀπέθανεν ὁ πλούσιος. Ἔπειτα; ἔπειτα βάσανοι, φλόγες, πῦρ· τόση μεγάλη καὶ ἄμετρος δίψα ἐφλόγιζε τὴν γλῶσσαν αὐτοῦ, ὥστε ἐδέετο μιᾶς ῥανίδος· «Πάτερ Ἀβραάμ, ἔκραζεν, ἐλεήσόν με καὶ πέμψον Λάζαρον, ἵνα βάψῃ τὸ ἅκρον τοῦ δακτύλου αὐτοῦ ὕδατος καὶ καταψύξῃ τὴν γλῶσσαν μου, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογι ταύτῃ» (Λουκ. ιστ΄, 24). Οὕτω παιδεύονται, ὅσοι, ἐπιλανθανόμενοι τῆς ψυχικῆς αὐτῶν σωτηρίας, βυθίζονται εἰς τὰς ἡδονὰς τῆς σαρκός.

Ἀγαπητοί μου Χριστιανοί, πολλὰ ἀναίσθητος ἐστὶν ἐκεῖνος ὁ ἄνθρωπος, ὅστις προτιμᾶ τὴν τῆς προσκαίρου ζωῆς ἀνάπαυσιν τῆς αἰωνίου βασιλείας· ἐὰν στοχασθῆτε τὸν καιρὸν τῆς παρούσης ζωῆς καὶ τὴν αἰωνιότητα τῆς μελλούσης μακαριότητος, ὁ πρῶτος πρὸς τὴν δευτέραν ἐστὶν ὡς μία ρανὶς ὕδατος πρὸς ὅλην τὴν θάλασσαν καὶ ἔτι ἀσυγκρίτως περισσότερον· ὡς ἕν μόνον ἄνθος πρὸς πάντα τὰ ἄνθη, ὅσα ἀπὸ κτίσεως κόσμου ἐφάνησαν καὶ ἕως τῆς συντελείας τοῦ αἰῶνος ἀναφανήσονται ἐν πάσῃ τῇ γῇ καὶ ἔτι ἀσυγκρίτως περισσότερον· ὡς τὸ ἕν πρὸς τὸν ἀριθμὸν τὸν ἀμέτρητον καὶ ἄπειρον· μεγάλως ἀδικοῦμεν ἑαυτούς, ἀνταλλάτοντες τὰ αἰώνια διὰ τὰ πρόσκαιρα· καὶ ἔστι τὸ ἀδίκημα τοῦτο ὑπὲρ πᾶσαν ἀδικίαν γινομένην ἐπὶ τῆς γῆς· μεγάλη ἡ μωρία καὶ ἡ ἀφροσύνη ἡμῶν· τόσος ἀγὼν καὶ φροντίς, ἵνα κτίσῃς ἐπὶ τῆς γῆς οἰκίαν μεγάλην καὶ εὐρύχωρον· εἰς αὐτὴν δὲ οὐκ οἶδας οὐχὶ μόνον πόσον καιρὸν μέλλεις νὰ κατοικήσῃς, ἀλλ’ οὐδὲ ἐὰν προφθάσῃς νὰ εἰσέλθῃς· καὶ διὰ τὴν «οἰκίαν, τὴν ἀχειροποίητον καὶ αἰώνιον» (Β΄ Κορ. β΄, 1), τὴν ἐν τοῖς οὐρανοῖς, οὐδεμία φροντίς; Μετὰ κόπων μυρίων, μετὰ μόχθων μεγάλων θησαυρίζεις πλοῦτον ἐπὶ τῆς γῆς· ἀλλὰ διὰ ποῖον συνάζεις αὐτόν, οὐκ οἶδας[1]· διὰ τὸν θησαυρόν, τὸν ἐν οὐρανοῖς, τὸν ἀναφαίρετον καὶ αἰώνιον, οὐδεμίαν ποτὲ ἀναλαμβάνεις φροντίδα; διὰ τὸ σῶμα τὸ φθαρτὸν τόση σπουδή, διὰ τὴν ψυχὴν τὴν ἀθάνατον τόση περιφρόνησις;

Ἡμεῖς διωχθέντες τοῦ παραδείσου, κατηντήσαμεν εἰς ταύτην τὴν ἐξορίαν, ὅπου ἐξαίφνης ἔρχεται ἡ ἀπόφασις τοῦ Θεοῦ, ἵνα πάλιν ἐπιστρέψωμεν εἰς τὴν πατρίδα. Εἴπατέ μοι οὖν, παρακαλῶ, πῶς ζῇ ὁ ἐξόριστος ἄνθρωπος εἰς τὸν τόπον τῆς ἐξορίας, ὅταν ἡμέραν παρ’ ἡμέραν περιμένῃ τὸ βασιλικὸν θέσπισμα τὸ περὶ τῆς ἐλευθερίας καὶ τῆς ἐπιστροφῆς εἰς τὴν πατρίδα αὐτοῦ; Ἡμεῖς «οὐκ ἔχομεν ὦδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν» (Ἑβρ. ιγ΄, 14)· ξένοι ἐσμὲν ἅπαντες καὶ πάροικοι εἰς τὴν γῆν ταύτην· σήμερον ζῶμεν, αὔριον ἀποθνήσκομεν· σήμερον εἰς τὴν γῆν, αὔριον εἰς τὸν ἄδην. Ὁ ξένος πῶς ζῇ εἰς τὴν ξενητείαν, ὅταν ἐξ ἀνάγκης πρέπῃ νὰ ἐπιστρέψῃ εἰς τὴν ἑαυτοῦ πατρίδα; ἀφιεροῖ αὐτὸς τὴν καρδίαν αὐτοῦ εἰς τὰ ἀγαθὰ τῆς ξένης χῶρας; φεύγει ποτὲ ἀπὸ τοῦ νοὸς αὐτοῦ ἡ ἐνθύμησις τῆς ἑαυτοῦ πατρίδος; διὰ τὶ λοιπὸν ἡμεῖς ἐξόριστοι ὄντες καὶ ξένοι τοῦ κόσμου τούτου καὶ περιμένοντες ἀπὸ ὥρας εἰς ὥραν τὴν μετάβασιν εἰς τὴν πατρίδα, καταβυθίζομεν καὶ τὸν νοῦν καὶ τὴν καρδίαν εἰς τὰ ἀγαθὰ ταύτης τῆς γῆς; διὰ τὶ λησμονοῦμεν παντελῶς τὴν οὐράνιον πόλιν, τὴν ἁγίαν Ἱερουσαλήμ; ἐὰν ὁ ἐξόριστος καὶ ὁ ξένος πλανηθέντες προσηλωθῶσιν εἰς τὴν ξένην γῆν καὶ ἀμνημονήσωσι τῆς πατρίδος, ἡ ζημία αὐτῶν ὀλίγη ἐστὶ καὶ πρόσκαιρος· ἐὰν ἡμεῖς ἀπατηθέντες ἀφιερώσωμεν τὸν νοῦν εἰς τοῦ κόσμου τὴν ματαιότητα καὶ ἀμελήσωμεν τὴν φροντίδα τῆς σωτηρίας, ἡ βλάβη ἐστὶν ἄμετρος καὶ αἰώνιος· ἐκεῖνοι καὶ ἐὰν ἐστερημένοι παντὸς πλούτου ἐπιστρέψωσι πρὸς τὴν ἑαυτῶν πατρίδα, ὀλίγον καὶ πρόσκαιρον κακὸν πάσχουσιν· ἡμεῖς, ἐὰν ἀπέλθωμεν εἰς τὰ ἄνω δικαστήρια γεγυμνωμένοι πάσης ἀρετῆς, αἰωνίως κολαζόμεθα.

Γνωρίσας, λοιπόν, ἀγαπητέ μοι, πόσον ὀλέθριος ἐστὶν ἡ περὶ τῆς ψυχῆς σου ἀμεριμνία καὶ ἡ περιφρόνησις τῆς σωτηρίας σου, ἀνάλαβε λογισμὸν φρόνιμον καὶ ἄρξαι ἀπὸ τῆς σήμερον τὴν ὑπὲρ τῆς ψυχῆς σου καὶ τῆς σωτηρίας σου φροντίδα· ἐνθυμοῦ καθ’ ἑκάστην ἡμέραν τὸ φοβερὸν τοῦ Θεοῦ κριτήριον, τὴν δικαίαν ἀνταπόδοσιν τῆς τελευταίας κρίσεως, τὴν βασιλείαν τὴν αἰώνιον, τὴν κόλασιν τὴν ἀτελεύτητον· ἐξέταζε κατ’ ἑκάστην ἡμέραν αὐτὸς σεαυτὸν καὶ βλέπε ποίαν ἐντολὴν τοῦ Θεοῦ παρεῖδες, ποίαν μετάνοιαν ἔδειξας, ποίαν ἀρετὴν κατώρθωσας· μὴ παρερχέσθω ἡμέρα χωρὶς μελέτης τῶν περὶ τῆς μελλούσης ζωῆς, χωρὶς φροντίδος περὶ τῆς ψυχῆς σου, χωρὶς μνήμης τοῦ δημιουργοῦ καὶ πλάστου σου. Τοιουτοτρόπως δὲ ζήσας ὡς ἐξόριστος καὶ πολιτευσάμενος ὡς ξένος καὶ ἐν οὐρανῷ ἐναποθησαυρίσας τὰ καλὰ ἔργα σου, ὅταν ἔλθῃ ἡ ὥρα τοῦ θανάτου σου, τότε χαίρων καὶ ἀγαλλόμενος φεύγεις ἀπὸ τῆς πολυπαθοῦς ταύτης ἐξορίας τὸν τόπον καὶ μεταβαίνεις εἰς τὴν πατρίδα σου, εἰς τὰ σκηνώματα τῶν ἁγίων, εἰς τῶν ἀγγἐλων τοὺς χορούς, εἰς τὴν δόξαν τῆς τρισηλίου θεότητος, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ εἰς τοὺς ἀπεράντους αἰῶνας τῶν αἰώνων. Ἀμήν.

_______________________________

[1] βλ. «θησαυρίζει καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά» (ψλμ. λη΄, 10).

***

(Επιμέλεια ψηφιοποίησης: Ἀλαμπάνου Στυλιανή – alopsis.gr)

*

Δείτε στο πρωτότυπο την ομιλία από το “Κυριακοδρόμιο των τεσσάρων Ευαγγελιστών”, του Νικηφόρου Θεοτόκη (τόμ. 1ος, σελ. 149 – Έκδοσις 1840), πατώντας εδώ (11/6/2015)




https://alopsis.gr/κυριακή-β-ματθαίου-ομιλία-κατά-των-μ-2/

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible