«Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν,
ἥτις ἐστὶν ἀντίπερα τῆς Γαλιλαίας. Ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν,
ὑπήντησεν αὐτῷ
ἀνὴρ τις ἐκ τῆς πόλεως, ὅς εἶχε δαιμόνια ἐκ χρόνων ἱκανῶν, καὶ ἱμάτιον
οὐκ ἐνεδιδύσκετο,
καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν, ἀλλὰ ἐν τοῖς μνήμασιν. Ἰδὼν δὲ τὸν Ἰησοῦν,
καὶ ἀνακράξας,
προσέπεσεν αὐτῷ, καὶ φωνῇ μεγάλη εἶπε·
Τὶ ἐμοὶ καὶ σοί, Ἰησοῦ, Υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου;
Δέομαί σου, μὴ με βασανίσῃς. Παρήγγελε
γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. Πολλοῖς γὰρ
χρόνοις συνηρπάκει αὐτόν, καὶ ἐδεσμεῖτο ἁλύσει καὶ
πέδαις φυλασσόμενος, καὶ διαρρήσων τὰ δεσμὰ ἠλαύνετο ὑπὸ τοῦ
δαίμονας εἰς τὰς ἐρήμους.
Ἐπηρώτησε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Τί σοί ἐστιν ὄνομα; Ὁ δὲ εἶπε·
Λεγεών, ὅτι δαιμόνια πολλὰ εἰσῆλθον εἰς αὐτόν,
καὶ παρεκάλει αὐτόν, ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς
εἰς τὴν ἄβυσσον ἀπελθεῖν. Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν
τῷ ὄρει,
καὶ παρεκάλουν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖ, καὶ
ἐπέτρεψεν αὐτοῖς. Ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ
τοῦ ἀνθρώπου, εἰσῆλθον εἰς τοὺς χοίρους.
Καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην, καὶ ἀπεπνίγη».
Ὅρα
τὸν δαίμονα δυσὶ κακίας πάθεσι μεριζόμενον, θράσει καὶ φόβῳ. Τὸ μὲν
γὰρ
λέγειν, Τί ἐμοὶ καὶ σοί; Θρασέος καὶ ἀναισχύντου
δούλου, τὸ δὲ Δέομαί σου, φοβουμένου ἐστί. Κατῴκει δὲ ἐν τοῖς μνήμασι,
πονηρὰν
ἐνθεῖναι τοῖς ἀνθρώποις ὑπόληψιν βουλόμενος, ὅτι αἱ ψυχαὶ τῶν
ἀποθανόντων
δαίμονες γίνονται. Αἰτοῦνται δὲ οἱ δαίμονες μὴ εἰσελθεῖν εἰς τὴν
ἄβυσσον, ἀλλὰ
συγχωρηθῆναι ἔτι ἐν τῇ γῇ διατρίβειν. Ὁ δὲ Κύριος συγχωρεῖ αὐτοῖς
εἶναι ἐν τῇ
γῇ, ὡς ἄν παλαίοντες τοῖς ἀνθρώποις, δοκιμωτέρους αὐτοὺς ποιῶσιν. Εἰ
γὰρ μὴ ἦσαν
ἀντίπαλοι, οὐκ ἄν ἦσαν ἀγῶνες, καὶ εἰ μὴ ἦσαν ἀγῶνες, οὐκ ἄν ἦσαν
στέφανοι.
Μάθε δὲ καὶ ἀναγωνικώτερον, ὅτι ὅστις ἔχει δαίμονας ἐν ἑαυτῷ, τοὐτέστι
δαιμονικὰς πράξεις, ἱμάτιον οὐκ ἐνδιδύσκεται, τοὐτέστι, τὴν ἀπὸ τοῦ
βαπτίσματος στολὴν οὐκ ἔχει, καὶ ἐν οἰκίᾳ οὐ μένει, τοὐτέστιν ἐν
Ἐκκλησίᾳ. Οὐκ ἄξιος γὰρ ἐστιν εἰσέρχεσθαι ἐν
Ἐκκλησίᾳ, ἀλλ’ ἐν τοῖς μνήμασιν, ἤτοι τοῖς νεκρῶν ἔργων δοχείοις,
οἷον πορνείοις, τελωνείοις· ταῦτα γὰρ μνημεῖα κακίας εἰσίν.
Ἰδόντες δὲ οἱ βόσκοντες τὸ γεγενημένον, ἔφυγον,
καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν, καὶ εἰς τοὺς
ἀγρούς. Ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονός,
καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον, ἀφ’ οὗ τὰ δαιμόνια ἐξεληλύθει,
ἱματισμένον καὶ σωφρονοῦντα, παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν. Ἀπήγγειλαν
δὲ αὐτοῖς καὶ οἱ ἰδόντες, πῶς ἐσώθη ὁ δαιμονισθείς. Καὶ ἠρώτησεν αὐτὸν ἅπαν τὸ
πλῆθος τῆς περιχώρου τῶν Γαδαρηνῶν, ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ
συνείχοντο· αὐτὸς δὲ ἐμβὰς εἰς τὸ πλοῖον,
ὑπέστρεψεν. Ἐδέετο δὲ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει
τὰ δαιμόνια, εἶναι σὺν αὐτῷ. Ἀπέλυσε δὲ αὐτὸν ὁ Ἰησοῦς, λέγων· Ὑπόστρεψον εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ, ὅσα
ἐποίησέ σοι ὁ Θεός. Καὶ ἀπῆλθε, καθ’ ὅλην
τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν
αὐτῷ ὁ Ἰησοῦς». Τὸ μὲν
φυγεῖν τοὺς βόσκοντας, σωτηρίας ἀφορμὴ
ἐγένετο τοῖς Γαδαρηνοῖς, ἀλλ’ ἐκεῖνοι οὐ συνῆκαν. Δέον γὰρ θαυμάσαι τὴν δύναμιν τοῦ Σωτῆρος,
καὶ πιστεῦσαι αὐτῷ· οἱ δὲ ἠρώτησαν, φησί, τὸν Ἰησοῦν, ἀντὶ τοῦ παρεκάλεσαν, ἀπελθεῖν ἀπ’ αὐτῶν, ἐφοβήθησαν
γὰρ μήπως καὶ ἄλλο τι ἐπιζήμιον πάθωσιν, ὥσπερ
καὶ τοὺς χοίρους ἀπώλεσαν. Ὁ δὲ θεραπευθεὶς ἐκεῖνος, ἀναντίρρητον τὴν ἀπόδειξιν
τῆς θεραπείας ἐμφαίνει. Οὕτω γὰρ ὑγιάσθη τὰς φρένας, ὥστε ἐπιγνῶναί τε τὸν Ἰησοῦν, καὶ ἀξιοῦν αὐτόν, ἵνα
ᾖ σὺν αὐτῷ. Καὶ γάρ, ὡς ἔοικεν, ἐφοβεῖτο μήπως μακρυνθεὶς ἀπὸ τοῦ Ἰησοῦ,
πάλιν εὐεπιχείρητος ἔσται τοῖς δαίμοσιν. Ὁ δὲ Κύριος, δεικνύων αὐτῷ ὅτι κἄν μὴ συνῇ τῷ Ἰησοῦ, δύναται τῇ χάριτι αὐτοῦ
σκεπόμενος ἀνώτερος εἶναι δαιμονικῆς ἐπηρείας. Ὑπόστρεφε, φησίν, εἰς τὸν οἶκόν
σου, καὶ διηγοῦ ὅσα ἐποίησε σοι ὁ Θεός. Οὐκ εἶπεν, ὅσα σοι ἐποίησα ἐγώ, τύπον
ἡμῖν ταπεινοφροσύνης διδούς. Καὶ ἵνα πάντα πρὸς Θεὸν ἀναφέρωμεν τὰ
κατορθώματα. Ὁ δὲ οὕτως εὐγνώμων ἦν, ὥστε
διηγεῖσθαι ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Ὁ μὲν γὰρ Κύριος προσέταξε αὐτῷ διηγήσθαι,
ὅσα ἐποίησεν αὐτῷ ὁ Θεός, ὁ δὲ διηγεῖται ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
Δεῖ οὖν καὶ ἡμᾶς ὅταν τινὶ ποήσωμεν ἀγαθόν, μὴ θέλειν ἀνακηρύττεσθαι τοῦτο, ἐκεῖνον δὲ τὸν παθόντα τὸ ἀγαθόν, κἄν
ἡμεῖς μὴ θέλωμεν, ἀνακηρύττειν αὐτό.
|
«Καὶ ἔφτασαν
μὲ τὸ πλοῖο στὴν περιοχὴ τῶν Γαδαρηνῶν, ποὺ εἶναι ἀπέναντι στὴ Γαλιλαία. Βγῆκε
στὴ στεριὰ ὁ Ἰησοῦς καὶ τὸν συνάντησε κάποιος ἀπὸ τὴν πόλη, ποὺ εἶχε δαιμόνια
ἀπὸ πολλὰ χρόνια. Ροῦχα δὲν ἔβαζε οὔτε ἔμενε στὸ σπίτι ἀλλὰ στὰ μνήματα. Ὅταν
εἶδε τὸν Ἰησοῦ ἔβγαλε κραυγὴ καὶ πέφτοντας στὰ πόδια του τοῦ εἶπε σὲ ψηλὸ
τόνο· |