Τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου
ἐπισκόπου Κύπρου εἰς τὰ Βαΐα.
...τὰς λαμπάδας φαιδροὶ φαιδρῶς ἐφαψώμεθα·
τοὺς χιτῶνας τῶν ψυχῶν θεοπρεπῶς ἐξαλλάξωμεν,
τὰς τοῦ βίου ὁδοὺς καλῶς ἑτοιμάσωμεν,
τὰς εἰσόδους τῶν ψυχῶν τῷ Βασιλεῖ διανοίξωμεν,
τὰ βαΐα τῆς νίκης ὡς νικητῇ τοῦ θανάτου βαστάσωμεν,
τοὺς κλάδους τῶν ἐλαιῶν τῷ ἐκ Μαρίας κλάδῳ θεοπρεπῶς ἐπισείοντες·
τὰ ἀγγέλων τῷ Θεῷ τῶν ἀγγέλων ὑμνήσωμεν·
μετὰ τῶν παίδων θεοπρεπῶς ἀνακράξωμεν,
μετὰ τοῦ ὄχλου τὰ τοῦ ὄχλου καὶ οἱ ὄχλοι βοήσωμεν·
Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν,
ἐπέφανε τοῖς ἐν σκότει καὶ σκιᾷ θανάτου καθημένοις ἡμῖν.
Ἐπέφανεν ἡ τῶν πεπτωκότων ἀνάστασις, ἐπέφανεν ἡ τῶν αἰχμαλώτων ἀνάῤῥυσις,
ἐπέφανεν τῶν τυφλῶν ἡ ἀνάβλεψις, ἐπέφανεν ἡ τῶν πενθούντων παράκλησις,
ἐπέφανεν ἡ τῶν κοπιώντων ἀνάπαυσις, ἐπέφανεν ἡ τῶν διψώντων ἀνάψυξις,
ἐπέφανεν ἡ τῶν καταπονουμένων ἐκδίκησις, ἐπέφανεν ἡ τῶν ἀπεγνωσμένων παράκλησις,
ἐπέφανεν ἡ τῶν χωριζομένων ἕνωσις, ἐπεφάνη ἡ τῶν νοσούντων ἴασις,
ἐπεφάνη ἡ τῶν χειμαζομένων γαλήνη.
Διὸ καὶ ἡμεῖς, οἱ δῆμοι, μετὰ τοῦ ὄχλου βοήσωμεν,
λέγοντες σήμερον Χριστῷ·
Ὡσαννὰ, τουτέστι, Σῶσον δὴ, ὁ ἐν ὑψίστοις Θεός. |
Λόγος τοῦ Ἁγίου Ἐπιφανίου
Κύπρου τὴν Κυριακὴ τῶν Βαΐων
Μὲ χαρὰ στὶς καρδιὲς λαμπάδες γιορτινὲς ἂς ἀνάψουμε.
Μὲ χιτῶνες τῶν ψυχῶν ἀντάξιους γιὰ συνάντηση μὲ τὸ Θεὸ τοὺς παλιοὺς ἂς ἀνταλλάξουμε.
Τῆς ζωῆς μας τοὺς δρόμους, ὅσο μποροῦμε πιὸ καλά, ἂς ἑτοιμάσουμε.
Τὶς εἰσόδους τῶν ψυχῶν μας διάπλατα στὸ Βασιλιὰ ἂς ἀνοίξουμε.
Τὰ κλωνάρια τῆς νίκης κρατώντας τὸ νικητὴ τοῦ θανάτου ἂς δοξάσουμε.
Μὲ κλαδιὰ ἀπὸ ἐλιὲς τῆς Μαρίας τὸ βλαστάρι, ὅπως ἁρμόζει σὲ Θεὸ ἂς ὑποδεχθοῦμε.
Μὲ ὕμνους ἀγγελικοὺς τὸ Θεὸ τῶν ἀγγέλων ἂς ὑμνήσουμε.
Μὲ τοὺς παῖδες μαζὶ στὸ Θεὸ κι ἐμεῖς ἂς κραυγάσουμε.
Μὲ τὸ πλῆθος μαζί, μέγα πλῆθος κι ἐμεῖς, δυνατὰ ἂς φωνάξουμε:
«Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου».
Εἶναι Θεός, Κύριος κι ἔρχεται ὁλόφωτος σὲ μᾶς,
ἔρχεται σὲ μᾶς ποὺ βρισκόμαστε στὸ σκοτάδι καὶ στὴ σκιὰ τοῦ θανάτου.
Ἔρχεται τῶν ξεπεσμένων ἡ ἀνόρθωση, τῶν αἰχμαλώτων ἡ ἀπελευθέρωση,
τῶν τυφλῶν ἡ θεραπεία, τῶν πενθούντων ἡ παρηγοριά,
τῶν κουρασμένων ἡ ἀνάπαυση, τῶν διψασμένων ἡ ἀναψυχή,
τῶν ἀδικημένων ἡ δικαίωση, τῶν ἀπελπισμένων ἡ ἐνθάρρυνση,
τῶν χωρισμένων ἡ ἕνωση, τῶν νοσούντων ἡ ἴαση,
ἔρχεται τῶν χειμαζομένων ἡ γαλήνη.
Γι᾿ αὐτὸ κι ἐμεῖς, ὁ λαὸς τοῦ Θεοῦ, ἂς φωνάξουμε μαζὶ μὲ τὸ πλῆθος
λέγοντας σήμερα πρὸς τὸ Χριστό:
«Ὡσαννά - δηλαδή, ναὶ σῶσε μας - σύ, ὁ ἐν ὑψίστοις Θεός». |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου