Σελίδες

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ

ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ ΕΛΕΗΣΟΝ ΜΕ
ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ ΣΩΣΟΝ ΗΜΑΣ

ΟΙ ΟΜΙΛΙΕΣ ΜΑΣ ΓΙΑ ΚΑΤΕΒΑΣΜΑ ΣΤΟΝ ΥΠΟΛΟΓΙΣΤΗ ΣΑΣ





ΟΔΗΓΙΕΣ: ΚΑΝΕΤΕ ΚΛΙΚ ΣΤΟΝ ΠΑΡΑΚΑΤΩ ΣΥΝΔΕΣΜΟ:

Δίπλα από το όνομα Κύριος Ιησούς Χριστός που υπάρχει ένα μικρό βελάκι , πατάμε εκεί και μας βγάζει διάφορες επιλογές από τις οποίες πατάμε το Download .
Και γίνεται η εκκίνηση να κατέβουν όλες οι ομιλίες.

Τετάρτη 17 Μαρτίου 2021

Περί Ευχαριστίας - Μεγάλου Βασιλείου

ΠΕΡΙ ΕΥΧΑΡΙΣΤΙΑΣ,Λόγος.

Ἠκούσατε τῶν ῥημάτων τοῦ Ἀποστόλου, δι' ὧν Θεσσαλονικεῦσι διαλέγεται, παντὶ νομοθετοῦντος τῷ βίῳ. Ἡ μὲν γὰρ διδασκαλία πρὸς τοὺς ἑκάστοτε αὐτῷ παρατυγχάνοντας ἦν· τὸ δὲ ἀπ' αὐτῆς ὠφέλιμον ἐπὶ πᾶσαν διαβαίνει τὴν τῶν ἀνθρώπων ζωήν. Πάντοτε χαίρετε, φησίν· ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε. Τί μὲν οὖν τὸ χαίρειν αὐτὸ, καὶ τί τὸ ἐξ αὐτοῦ ὠφέλιμον, καὶ πῶς δυνατὸν τὴν ἀδιάλειπτον προσευχὴν κατορθοῦν, καὶ τὴν ἐπὶ πᾶσιν εὐχαριστίαν ἀποδιδόναι τῷ Θεῷ, ὡς δυνατὸν μικρὸν ὕστερον διηγησόμεθα. Ἅ γε μὴν παρὰ τῶν ἐναντίων ἡμῖν ἀπαντᾷ, διαβαλλόντων τὸ τῆς νομοθεσίας ἀδύνατον, ταῦτα προδιαλαβεῖν ἀναγκαῖον. Τίς γάρ ἐστιν ἀρετὴ, φησὶ, νυκτὸς καὶ ἡμέρας ἐν διαχύσει ψυχῆς φαιδρὸν καὶ γεγανωμένον διάγειν; Πῶς δὲ καὶ δυνατὸν κατορθωθῆναι τοῦτο, μυρίων περιισταμένων ἡμᾶς ἀβουλήτων κακῶν, ἀναγκαίαν τῇ ψυχῇ τὴν κατήφειαν ἐμποιούντων, ἐξ ὧν χαίρειν καὶ διευθυμεῖσθαι πλέον ἀδύνατον, ἢ τὸν ἀποτηγανιζόμενον μὴ ἀλγεῖν, καὶ τὸν κατακεντούμενον μὴ ὀδυνᾶσθαι; Ἤ πού τις καὶ τῶν περιεστώτων ἡμᾶς ἐνταῦθα, τὴν ἀσθένειαν ταύτην τῶν λογισμῶν ἀῤῥωστῶν, προφασίζεται προφάσεις ἐν ἁμαρτίαις, ὃς διὰ τὸ περὶ τὴν τήρησιν τῶν ἐντολῶν ὀκνηρὸν τῷ νομοθέτῃ περιτρέπειν τὰς μέμψεις ἐπιχειρεῖ, ὡς ἀδύνατα διορίζοντι. Καί φησι· Πῶς δυνατόν μοι πάντοτε χαίρειν, τῶν αἰτιῶν τῆς χαρᾶς οὐκ ἐπ' ἐμοὶ κειμένων; Ἔξωθεν γάρ ἐστι τὰ ποιητικὰ τοῦ χαίρειν, καὶ οὐκ ἐν ἡμῖν ἀποκείμενα· φίλου παρουσία, γονέων χρονία συντυχία, χρημάτων εὑρέσεις, τιμαὶ παρὰ τῶν ἀνθρώπων, πρὸς ὑγείαν ἐκ χαλεπῆς ἀῤῥωστίας ἀποκατάστασις, ἡ λοιπὴ τοῦ βίου εὐημερία· οἶκος εὐθηνῶν διὰ πάντων, τράπεζα πλήθουσα, κοινωνοὶ τῆς εὐφροσύνης οἱ ἐπιτήδειοι, ἀκούσματα καὶ θεάματα ἡδονὴν φέροντα, ὑγεία τῶν οἰκειοτάτων, καὶ ἡ λοιπὴ αὐτοῖς τοῦ βίου εὔροια. Λυπηρὰ γὰρ οὐ τὰ ἡμῖν προσπίπτοντα μόνον τῶν ἀλγεινῶν, ἀλλὰ καὶ τὰ φίλους καὶ συγγενεῖς ἀνιῶντα. Ὥστε ἐκ πάντων τούτων ἀνάγκη ἀθροίζεσθαι τὸ περιχαρὲς καὶ εὔθυμον τῆς ψυχῆς. Καὶ πρὸς τούτοις, ὅταν ὁρᾷν ὑπάρχῃ ἐχθρῶν καταπτώσεις, ἐπιβούλων πληγὰς, εὐεργετῶν ἀμοιβὰς, καὶ ἁπαξαπλῶς ἐὰν μήτε παρόν τι τῶν δυσκόλων, μήτε προσδοκώμενον ὅλως τὴν ζωὴν ἡμῶν ἐπιταράσσῃ· τότε δυνατὸν ἐγγίνεσθαι τῇ ψυχῇ τὴν χαράν. Πῶς οὖν πρόσταγμα ἡμῖν δέδοται τὸ μὴ ἐκ προαιρέσεως κατορθούμενον, ἀλλ' ἐπακολούθημα ἑτέρων προηγουμένων ὑπάρχον; Πῶς δὲ καὶ ἀδιαλείπτως προσεύξομαι, τῶν τοῦ σώματος χρειῶν ἀναγκαίως τὴν ἔννοιαν τῆς ψυχῆς περιστρεφουσῶν πρὸς ἑαυτὰς, ἀδυνάτου ὄντος κατὰ ταυτὸν πρὸς δύο μερίμνας τὴν διάνοιαν κατατέμνεσθαι; 
Ἀλλὰ καὶ ἐν παντί μοι εὐχαριστεῖν διατέτακται. Εὐχαριστήσω στρεβλούμενος, αἰκιζόμενος, ἐπὶ τροχοῦ κατατεινόμενος, τοὺς ὀφθαλμοὺς ἐκκοπτόμενος; Εὐχαριστήσω τυπτόμενος τὴν ἄτιμον πληγὴν παρὰ τοῦ μισοῦντος; πηγνύμενος ὑπὸ τοῦ κρύους, λιμῷ καταγχόμενος, ἐπὶ τοῦ ξύλου δεδεμένος, ἀτεκνωθεὶς ἀθρόως, ἢ καὶ τῆς γυναικὸς αὐτῆς ἐστερημένος; ἐκ ναυαγίων ἐξαίφνης ἐκπεσὼν εὐπορίας; πειραταῖς κατὰ θάλασσαν, ἢ λῃσταῖς κατ' ἤπειρον περιτυχών; τραύματα ἔχων, συκοφαντούμενος, ἀλητεύων, τὸ δεσμωτήριον οἰκῶν; Ταῦτα καὶ ἔτι πλείω τούτων, κατηγοροῦντες τοῦ νομοθέτου, συνείρουσιν, ἀπολογίαν τῶν ἁμαρτημάτων ἑαυτοῖς εὐτρεπίζειν ἡγούμενοι τὴν ἐπὶ τοῖς διατεταγμένοις ἡμῖν, ὡς ἀδυνάτοις, διαβολήν. Τί οὖν φαμεν; Ὅτι, πρὸς ἕτερα βλέποντος τοῦ Ἀποστόλου, καὶ τὰς ψυχὰς ἡμῶν πειρωμένου χαμόθεν πρὸς ὕψος μετεωρίζειν, καὶ ἐπὶ τὸ οὐράνιον μετατιθέναι πολίτευμα, οἱ μὴ ἐφικνούμενοι τῆς μεγαλονοίας τοῦ νομοθέτου, περὶ γῆν καὶ σάρκας, ὡς περὶ τέλμα σκώληκες, ἰλυσπώμενοι ἐν τοῖς τοῦ σώματος πάθεσι, τὸ δυνατὸν τῶν ἀποστολικῶν διατάξεων ἀπαιτοῦσιν. Ὁ δὲ προκαλεῖται εἰς τὸ πάντοτε χαίρειν οὐχὶ τὸν τυχόντα, ἀλλὰ τὸν οἷος αὐτὸς ἦν, οὐκέτι ζῶν ἐν σαρκὶ, ἀλλὰ ζῶντα ἔχων ἐν ἑαυτῷ τὸν Χριστὸν, ὡς τῆς πρὸς τὸ ἀκρότατον τῶν ἀγαθῶν συναφείας μηδαμῶς τὴν ἀπὸ τῶν ὀχληρῶν τῆς σαρκὸς συμπάθειαν δεχομένης. Ἀλλὰ κἂν διακόπτηται ἡ σὰρξ, ἡ τῆς συνεχείας διάλυσις ἐναπομένει τῷ πεπονθότι τοῦ σώματος μέρει, τῆς διαδόσεως τοῦ λυποῦντος οὐ δυναμένης διικνεῖσθαι πρὸς τὸ νοερὸν τῆς ψυχῆς. Εἰ γὰρ ἐνεκρώσαμεν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, κατὰ τὰς ὑποθήκας τοῦ Ἀποστόλου, καὶ τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιεφέρομεν, ἀναγκαίως ἡ ἀπὸ τοῦ νενεκρωμένου σώματος πληγὴ πρὸς τὴν ἀπολελυμένην τῆς συναφείας αὐτοῦ ψυχὴν οὐ χωρήσει. Ἀτιμίαι δὲ καὶ ζημίαι, καὶ οἰκείων θάνατοι οὐκ ἀναβήσονται πρὸς τὸν νοῦν, οὐδὲ καταστρέψουσι τὸ ὑψηλὸν τῆς ψυχῆς πρὸς τὴν ὧδε συμπάθειαν. Εἰ μὲν γὰρ τὰ αὐτὰ φρονοῦσι τῷ σπουδαίῳ οἱ ταῖς δυσκολίαις περιπεσόντες, οὐ παρέξουσι λύπας ἑτέρῳ, οἵ γε μηδ' αὐτοὶ λυπηρῶς διαφέροντες τὰ συμπίπτοντα· εἰ δὲ κατὰ σάρκα ζῶσιν, οὐδ' οὕτω λυπήσουσιν, ἀλλ' ἐλεεινοὶ κριθήσονται, οὐ τῶν περιστάσεων μᾶλλον, ἢ τοῦ μὴ προαιρεῖσθαι τὰ δέοντα. Ὅλως δὲ ψυχὴ, ἡ ἅπαξ προσδεθεῖσα τῷ πόθῳ τοῦ Κτίσαντος, καὶ τοῖς ἐκεῖ κάλλεσιν ἐνειθισμένη φαιδρύνεσθαι, τὸ περιχαρὲς αὐτῆς καὶ εὔθυμον ὑπὸ τῆς ποικίλης μεταπτώσεως τῶν σαρκικῶν παθημάτων οὐ μεταβαλεῖ· ἀλλὰ τὰ τοῖς ἄλλοις λυπηρὰ προσθήκην εὐφροσύνης ποιήσεται. Οἷος ἦν ὁ Ἀπόστολος, εὐδοκῶν ἐν ἀσθενείαις, ἐν θλίψεσιν, ἐν διωγμοῖς, ἐν ἀνάγκαις, καυχήματα ἑαυτοῦ τὰς ἐνδείας ποιούμενος· ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, ἐν διωγμοῖς καὶ στενοχωρίαις, ἐφ' οἷς ἄλλοι δυσανασχετοῦσι καὶ πρὸς τὸν βίον ἀπαγορεύουσιν, ἐπὶ τούτοις αὐτὸς ἀγαλλιώμενος. Οἱ τοίνυν ἀπαιδεύτως ἔχοντες τῆς ἀποστολικῆς διανοίας, καὶ μὴ συνιέντες, ὅτι πρὸς τὴν εὐαγγελικὴν ἡμᾶς προσκαλεῖται ζωὴν, τολμῶσι κατηγορεῖν τοῦ Παύλου, ὡς ἀδύνατα ἡμῖν διορίζοντος. Ἀλλὰ μὴν διδασκέσθωσαν ὅσαι τοῦ χαίρειν εὐλόγως αἱ ἀφορμαὶ διὰ τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἡμῖν πρόκεινται. Παρήχθημεν εἰς τὸ εἶναι, μὴ ὄντες· κατ' εἰκόνα τοῦ κτίσαντος ἐγενήθημεν· νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν ἔχομεν, δι' οὗ Θεὸν ἐγνωρίσαμεν. Καὶ τὰ κάλλη τῆς κτίσεως ἐντέχνως καταμανθάνοντες, δι' αὐτῶν, οἱονεὶ διὰ γραμμάτων τινῶν, τὴν μεγάλην τοῦ Θεοῦ περὶ πάντα πρόνοιαν καὶ σοφίαν ἀναγινώσκομεν. Διακριτικοί ἐσμεν ἀγαθοῦ καὶ τοῦ χείρονος· ἐκλογὴν τοῦ συμφέροντος καὶ ἀποστροφὴν τοῦ βλαβεροῦ ἐξ αὐτῆς τῆς φύσεως δεδιδάγμεθα. Ἀλλοτριωθέντες Θεοῦ διὰ τῆς ἁμαρτίας, πάλιν εἰς τὴν οἰκειότητα ἀνεκλήθημεν, τῷ αἵματι τοῦ Μονογενοῦς ἐκ τῆς ἀτίμου δουλείας ἐξαιρεθέντες. Ἀναστάσεως ἐλπίδες, ἀγγελικῶν ἀγαθῶν ἀπολαύσεις, ἡ ἐν οὐρανοῖς βασιλεία, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ, καὶ διανοίας καὶ λόγου δύναμιν ὑπερβαίνοντα. 
Πῶς οὐχὶ ταῦτα προσήκει χαρᾶς ἀλήκτου καὶ εὐφροσύνης διηνεκοῦς ἐξαρκεῖν νομίζειν αἴτια, ἀλλ' οἴεσθαι τὸν γαστριζόμενον, καὶ καταυλούμενον, καὶ ἐπὶ μαλακῆς κοίτης ἀνατετραμμένον καὶ ῥέγχοντα, τοῦτον ἀξίως χαρᾶς διαζῇν; Ἐγὼ δὲ τούτοις μὲν τὸ θρηνεῖσθαι φαίην ἂν πρέπειν παρὰ τῶν νοῦν ἐχόντων· μακαρίζειν δὲ τοὺς ἐπ' ἐλπίδι τοῦ μέλλοντος αἰῶνος τὴν παροῦσαν ζωὴν διαφέροντας, καὶ τὰ παρόντα τῶν αἰωνίων ἀμειβομένους, κἂν ἐν φλογὶ διάγωσιν οἱ Θεῷ συνημμένοι, ὡς οἱ τρεῖς παῖδες ἐπὶ τῆς Βαβυλωνίας, κἂν λέουσιν ὦσι συγκαθειργμένοι, κἂν ὑπὸ κήτους καταποθέντες, ὑφ' ἡμῶν τε χρῆναι μακαρίζεσθαι, καὶ αὐτοὺς ἐν χαρᾷ διάγειν, οὐχὶ τοῖς παροῦσιν ἀλγυνομένους, ἀλλὰ τῇ ἐλπίδι τῶν εἰς ὕστερον ἡμῖν ἀποκειμένων εὐφραινομένους. Οἶμαι γὰρ τὸν ἀγωνιστὴν τὸν καλὸν, ἅπαξ ἐπὶ τὸ τῆς εὐσεβείας στάδιον ἀποδύντα, φέρειν χρῆναι γενναίως τὰς πληγὰς τῶν ἀντιπάλων ἐλπίδι τῆς δόξης τῆς ἀπὸ τῶν στεφάνων. Καὶ γὰρ ἐν τοῖς γυμνικοῖς ἀγῶσιν οἱ κατὰ τὰς παλαίστρας τοῖς πόνοις προσεθισθέντες οὐ πρὸς τὸ ἀλγεινὸν συστέλλονται τῆς πληγῆς, ἀλλ' ὁμόσε χωροῦσι τοῖς ἀντιπάλοις ἐπιθυμίᾳ τῆς ἀναῤῥήσεως, τῶν παραυτίκα πόνων ὑπερορῶντες. Οὕτω τῷ σπουδαίῳ κἂν παρῇ τι τῶν τραχυτέρων, οὐκ ἐπισκοτήσει τῷ χαίρειν. Διότι Ἡ θλῖψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Διὸ καὶ ἑτέρωθι τῇ θλίψει ὑπομένειν, καὶ τῇ ἐλπίδι χαίρειν παρὰ τοῦ αὐτοῦ προσετάχθημεν. Ἐλπὶς οὖν ἐστιν ἡ τὴν χαρὰν σύνοικον τῇ ψυχῇ τοῦ σπουδαίου παρασκευάζουσα. Ἀλλ' ὁ αὐτὸς Ἀπόστολος καὶ κλαίειν χρῆναι ἡμᾶς προστάσσει μετὰ κλαιόντων· καὶ Γαλάταις γράφων, ἔκλαιε περὶ τῶν ἐχθρῶν τοῦ σταυροῦ τοῦ Χριστοῦ. Καὶ τί δεῖ λέγειν Ἱερεμίαν κλαίοντα; καὶ Ἰεζεκιὴλ θρήνους ἀρχόντων ἐκ προστάγματος Θεοῦ γράφοντα, καὶ πολλοὺς δὲ τῶν ἁγίων οἰμώζοντας; Οἴμοι, μῆτερ, ὡς τίνα με ἔτεκες; καὶ, Οἴμοι, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορ θῶν ἐν ἀνθρώποις οὐκ ἔστι· καὶ, Οἴμοι, ὅτι ἐγενόμην ὡς συνάγων καλάμην ἐν ἀμήτῳ. Καὶ ὅλως ἐρεύνησον τὰς φωνὰς τῶν δικαίων, κἄν πού τινα εὕρῃς σκυθρωποτέραν φωνὴν ἀφιέντα, πεισθήσῃ, ὅτι πάντες τοῦ κόσμου τούτου καὶ τῆς ἐν αὐτῷ ζωῆς τῆς δυστήνου ταύτης καταστενάζουσιν. Οἴμοι, ὅτι ἡ παροικία μου ἐμακρύνθη. Ἐπιθυμίαν γὰρ ἔχει ἀναλῦσαι, καὶ σὺν Χριστῷ εἶναι. Ὡς οὖν ἐμπόδιον τῆς χαρᾶς, τῆς παροικίας ταύτης τὴν παράτασιν δυσχεραίνει. Δαβὶδ δὲ καὶ ἐν μέλεσιν ἡμῖν θρῆνον τοῦ φίλου κατέλιπεν Ἰωνάθαν· ᾧ συναπεθρήνησε καὶ τὸν ἐχθρὸν ἑαυτοῦ. Ἀλγῶ ἐπὶ σοὶ, ἀδελφέ μου, Ἰωνάθαν· καὶ, Θυγατέρες Ἰσραὴλ, θρηνήσατε ἐπὶ Σαούλ. Τὸν μὲν γὰρ θρηνεῖ, ὡς ἐναποθανόντα τῇ ἁμαρτίᾳ, τὸν δὲ Ἰωνάθαν, ὡς μέχρι παντὸς αὐτῷ κοινωνήσαντα τοῦ βίου. Καὶ τί δεῖ τὰ ἄλλα λέγειν; Ἀλλ' ἐδάκρυσε καὶ ὁ Κύριος ἐπὶ Λαζάρῳ, ἐδάκρυσε καὶ ἐπὶ Ἱερουσαλήμ. Καὶ μακαρίζει δὲ τοὺς πενθοῦντας, καὶ πάλιν τοὺς κλαίοντας. 
Καὶ πῶς σύμφωνα ταῦτα, φασὶ, τῷ, Πάντοτε χαίρετε; Οὐδὲ γὰρ ἐκ τῶν αὐτῶν ἀρχῶν δάκρυόν τε καὶ χαρὰ τὴν γένεσιν ἔχουσι. Τὸ μὲν γὰρ, οἷον ἐκ πληγῆς τινος, τῆς προσβολῆς τοῦ ἀβουλήτου τὴν ψυχὴν τύπτοντος καὶ συστέλλοντος, καταθλιβομένου τοῦ περικαρδίου πνεύματος, ἀποτίκτεσθαι πέφυκεν· ἡ δὲ χαρὰ οἷον σκίρτημά τί ἐστι τῆς ψυχῆς ἐπαγαλλομένης τοῖς κατὰ γνώμην. Ὅθεν καὶ τὰ περὶ τὸ σῶμα συμπτώματα διενήνοχε. Τοῖς μὲν γὰρ λυπουμένοις ὕπωχρος καὶ πελιδνὸς καὶ κατεψυγμένος ὁ ὄγκος· τοῖς δὲ φαιδρυνομένοις ἐξανθοῦσα καὶ ὑπέρυθρος ἡ τοῦ σώματος ἕξις, μονονουχὶ πηδώσης τῆς ψυχῆς, καὶ προωθουμένης ὑφ' ἡδονῆς εἰς τὸ ἔξω. Πρὸς δὴ ταῦτα ἐροῦμεν, ὅτι καὶ οἱ θρῆνοι καὶ τὰ δάκρυα τῶν ἁγίων διὰ τὴν πρὸς Θεὸν ἀγάπην ἐγίγνοντο. Ἀεὶ οὖν ἐνορῶντες τῷ ἀγαπητῷ, καὶ τὴν ἐκεῖθεν ἑαυτοῖς εὐφροσύνην συναύξοντες, τὰ περὶ τοὺς ὁμοδούλους ἑαυτῶν ᾠκονόμουν· πενθοῦντες τοὺς ἁμαρτάνοντας, ἐπανορθούμενοι αὐτοὺς διὰ τῶν δακρύων. Ὥσπερ δὲ οἱ ἐπὶ τῶν αἰγιαλῶν ἑστῶτες, τοῖς ἐν τῇ θαλάττῃ βαπτιζομένοις συμπάσχοντες, οὐ προίενται τὴν οἰκείαν ἀσφάλειαν ἐν τῇ περὶ τῶν κινδυνευόντων φροντίδι· οὕτως οὐδὲ οἱ τοῖς ἁμαρτήμασι τῶν πέλας ἐπιστυγνάζοντες τὴν οἰκείαν ἀφανίζουσιν εὐφροσύνην. Τὸ ἐναντίον μὲν οὖν, καὶ μείζονα ποιοῦσιν αὐτὴν, ὑπὲρ τῶν εἰς τὸν ἀδελφὸν δακρύων τῆς χαρᾶς τοῦ Κυρίου καταξιούμενοι. Διὰ τοῦτο μακάριοι οἱ κλαίοντες, καὶ μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται, καὶ αὐτοὶ γελάσουσι. Γέλωτα δὲ λέγει οὐ τὸν διὰ τῶν παρειῶν ἐκπίπτοντα ψόφον ἐν τῷ αἵματος ἀναβρασμῷ, ἀλλὰ τὴν ἄκρατον καὶ ἀμιγῆ παντὸς σκυθρωποῦ ἱλαρότητα. Κλαίειν οὖν μετὰ κλαιόντων συγχωρεῖ ὁ Ἀπόστολος, ἐπειδὴ τὸ δάκρυον τοῦτο οἱονεὶ σπέρμα καὶ δάνεισμα γίνεται τῆς αἰωνίου χαρᾶς. Ἀνάβα μοι τῇ διανοίᾳ, καὶ θέασαι τὴν ἀγγελικὴν κατάστασιν, εἰ ἄλλη τις αὐτοῖς πρέπει κατάστασις, πλὴν τοῦ χαίρειν καὶ διευθυμεῖσθαι· ὅτι ἠξίωνται παρεστάναι Θεῷ, καὶ ἀπολαύειν τοῦ ἀποῤῥήτου κάλλους τῆς δόξης τοῦ κτίσαντος ἡμᾶς. Πρὸς ἐκεῖνον οὖν τὸν βίον παρορμῶν ἡμᾶς ὁ Ἀπόστολος, πάντοτε χαίρειν ἡμῖν διετάξατο. 
Ἀλλὰ μὴν πρός γε τὸ δακρῦσαι τὸν Κύριον ἐπὶ Λαζάρῳ καὶ ἐπὶ τῇ πόλει ἐκεῖνο εἰπεῖν ἔχομεν, ὅτι καὶ ἔφαγε, καὶ ἔπιεν, οὐκ αὐτὸς τούτων δεόμενος, ἀλλά σοι μέτρα καὶ ὅρους τῶν ἀναγκαίων τῆς ψυχῆς παθημάτων καταλιμπάνων. Οὕτω γοῦν καὶ ἐδάκρυσε, τῶν ὀδυρτικῶν καὶ φιλοθρήνων τὸ ἄγαν περιπαθὲς καὶ ταπεινὸν ἐπανορθούμενος. Εἰ γάρ τι ἄλλο, καὶ τὸ δακρύειν τῆς ἐκ τοῦ λόγου συμμετρίας προσδεῖται· ἐπὶ τίσι γίνεσθαι, καὶ ἐπὶ πόσον, καὶ πότε, καὶ ὅπως προσῆκεν. Ὅτι γὰρ οὐκ ἐμπαθὲς ἦν τὸ δάκρυον τοῦ Κυρίου, ἀλλὰ διδασκαλικὸν, ἐκεῖθεν δῆλον· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται, ἀλλὰ πορεύομαι ἵνα ἐξυπνίσω αὐτόν. Τίς ἡμῶν κοιμώμενον ὀδύρεται φίλον, ὃν μικρὸν ὕστερον προσδοκᾷ διυπνίζειν; Λάζαρε, δεῦρο ἔξω. Καὶ ὁ νεκρὸς ἐζωοποιεῖτο· καὶ ὁ δεδεμένος περιεπάτει. Θαῦμα ἐν θαύματι· κειρίαις δεδέσθαι τοὺς πόδας, καὶ μὴ κωλύεσθαι πρὸς τὴν κίνησιν. Μεῖζον γὰρ ἦν τὸ ἐνισχύον τοῦ ἐμποδίζοντος. Πῶς οὖν ὁ τοιαῦτα ἐνεργεῖν μέλλων δακρύων ἄξιον τὸ συμβὰν ἔκρινεν; Ἢ δῆλον, ὅτι, πανταχόθεν τὸ ἀσθενὲς ἡμῶν ὑπερείδων, μέτροις τισὶ καὶ ὅροις τὰ ἀναγκαῖα περιέλαβε πάθη; τὸ μὲν ἀσυμπαθὲς ὡς θηριῶδες ἐκκλίνων, τὸ δὲ φιλόλυπον καὶ πολύθρηνον ὡς ἀγενὲς παραιτούμενος. Διόπερ, ἐπιδακρύσας τῷ φίλῳ, αὐτός τε τὴν κοινωνίαν τῆς ἀνθρωπείας φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ' ἑκάτερα ὑπερβολῶν ἠλευθέρωσε· μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ Κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέντων· οὐ τῆς θεότητος τῷ καμάτῳ δαμαζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου οὕτω καὶ τὸ δάκρυον προσήκατο, τὸ φυ σικὸν τῇ σαρκὶ ἐπιγίνεσθαι σύμπτωμα συγχωρῶν. Ὅπερ συμβαίνει, ὅταν τὰ κοῖλα τοῦ ἐγκεφάλου, τῶν ἐκ τῆς λύπης ἀναθυμιάσεων πληρωθέντα, οἷον δι' ὀχετῶν τινων τῶν κατὰ τοὺς ὀφθαλμοὺς πόρων τοῦ ὑγροῦ τὸ βάρος ἀποσκευάζηται. Ὅθεν ἦχοί τινες, καὶ ἴλιγγοι, καὶ σκοτώσεις ἐπὶ ταῖς ἀδοκήτοις τῶν λυπηρῶν ἀκοαῖς ἐγγίνονται, περιδονουμένης τῆς κεφαλῆς ὑπὸ τῶν ἀτμῶν, οὓς ἡ ἐπὶ τὸ βάθος τοῦ θερμοῦ συστολὴ ἀναπέμπει. Εἶτα, οἶμαι, ὥσπερ τὸ νέφος εἰς ψεκάδα, οὕτως τὸ πάχος τῶν ἀτμῶν εἰς δάκρυον διαλύεται. Ἔνθεν καὶ ἡδονή τίς ἐστι τοῖς λυπουμένοις περὶ τὸν θρῆνον, λανθανόντως διὰ τοῦ κλαίειν κενουμένου αὐτοῖς τοῦ βαρύνοντος. Συνίστησι δὲ τοῦ λόγου τὸ ἀληθὲς ἡ πεῖρα τῶν γινομένων. Πολλοὺς γὰρ ἔγνωμεν ἐν συμφοραῖς ἀνηκέστοις ἀποστάξαι τὸ δάκρυον βιαίως ἐγκαρτερήσαντας· εἶτα τοὺς μὲν εἰς ἀνήκεστα ἐμπεσόντας πάθη, ἀποπληξίας ἢ παραλύσεις, τοὺς δὲ, καὶ παντελῶς ἀποψύξαντας, ὥσπερ ἐρείσματος ἀσθενοῦς, τῆς δυνάμεως αὐτῶν τῷ βάρει τῆς λύπης ὑποκλασθείσης. Ὃ γὰρ ἐπὶ τῆς φλογὸς ὁρᾷν ὑπάρχει, ὑπὸ τοῦ οἰκείου αὐτὴν καπνοῦ καταπνίγεσθαι, μὴ ὑπεξιόντος, ἀλλὰ περὶ αὐτὴν εἱλουμένου, τοῦτό φασι καὶ ἐπὶ τῆς οἰκονομούσης τὸ ζῶον δυνάμεως γίνεσθαι· ἀπομαραίνεσθαι γὰρ ὑπὸ τῶν ὀδυνηρῶν, καὶ κατασβέννυσθαι, μηδεμιᾶς γινομένης ἐπὶ τὸ ἔξω διαπνοῆς. 
Μὴ τοίνυν εἰς συνηγορίαν τοῦ οἰκείου πάθους τὸ τοῦ Κυρίου προβαλλέσθωσαν δάκρυον οἱ φιλόλυποι. Ὡς γὰρ ἡ βρῶσις, ἣν ὁ Κύριος ἔφαγεν, οὐκ ἔστιν ἡδυπαθείας ἡμῖν ἀφορμὴ, τὸ ἐναντίον μὲν οὖν, ἐγκρατείας καὶ αὐταρκείας ὅρος ὁ ἀνωτάτω· οὕτω καὶ τὸ δάκρυον οὐκ ἔστι νομοθεσία πρὸς τὸ θρηνεῖν, ἀλλὰ μέτρον εὐσχημονέστατον ἐκτεθὲν, καὶ κανὼν ἀκριβὴς, καθ' ὃν προσῆκε σεμνῶς καὶ εὐσχημόνως τοῖς τῆς φύσεως ὅροις ἐμμένοντας διαφέρειν τὰ λυπηρά. Οὔτε οὖν γυναιξὶν, οὔτε ἀνδράσιν ἐπιτέτραπται τὸ φιλοπενθὲς καὶ πολύδακρυ, ἀλλ' ὅσον ἐπιστυγνάσαι τοῖς λυπηροῖς καὶ μικρόν τι δάκρυον ἀποστάξαι, καὶ τοῦτο ἡσυχῆ, μὴ ἀναβρυχώμενον μηδὲ ὀλολύζοντα, μηδὲ καταῤῥηγνύντα χιτῶνα, ἢ κόνιν καταχεόμενον, μηδ' ἄλλο τι τοιοῦτον ἀσχημονοῦντα τῶν ἐπιτηδευομένων παρὰ τῶν ἀπαιδεύτως ἐχόντων πρὸς τὰ οὐράνια. Δεῖ γὰρ τὸν κεκαθαρμένον τῷ θείῳ διδασκαλίῳ, οἷον ὀχυρῷ τινι τειχίῳ τῷ ὀρθῷ λόγῳ πεφράχθαι, καὶ ἀνδρείως καὶ καρτερῶς τὰς τῶν τοιούτων παθῶν προσβολὰς ἀπαμύνασθαι· καὶ μὴ καθάπερ εἴς τι χω ρίον ὑποκαθήμενον, τῷ ταπεινῷ καὶ ὑπείκοντι τῆς ψυχῆς, τὸν τῶν παθῶν ὄχλον ἐπιῤῥέοντα δέχεσθαι. Ἀνάνδρου γὰρ ψυχῆς, καὶ οὐδένα τόνον ἐκ τῆς ἐπὶ Θεὸν ἐλπίδος ἐχούσης, τὸ σφοδρῶς καταῤῥήγνυσθαι καὶ ὑποπίπτειν τοῖς λυπηροῖς. Ὥσπερ γὰρ οἱ σκώληκες τοῖς ἁπαλωτέροις τῶν ξύλων ἐντίκτονται μάλιστα, οὕτως αἱ λῦπαι τοῖς μαλακωτέροις ἤθεσι τῶν ἀνθρώπων ἐμφύονται. Μὴ γὰρ ἀδαμάντινος ἦν ὁ Ἰὼβ τὴν καρδίαν; μὴ γὰρ ἐκ λίθου ἦν αὐτῷ πεποιημένα τὰ σπλάγχνα; Ἔπεσον αὐτῷ δέκα παῖδες ἐν βραχείᾳ καιροῦ ῥοπῇ, μιᾷ πληγῇ συντριβέντες ἐν τῷ οἴκῳ τῆς θυμηδίας, ἐν τῷ καιρῷ τῆς ἀπολαύσεως, ἐπικατασείσαντος αὐτοῖς τοῦ διαβόλου τὸ οἴκημα. Εἶδε τράπεζαν αἵματι μεμιγμένην· εἶδε παῖδας διαφόρως μὲν κατὰ τὸν χρόνον ἀποτεχθέντας, κοινῇ δὲ ὑπελθόντας τοῦ βίου τὸ τέλος. Οὐκ ᾤμωξεν, οὐ κατετίλατο κόμην, οὐκ ἀφῆκέ τινα φωνὴν ἀγενῆ, ἀλλὰ τὴν ἀοίδιμον ἐκείνην καὶ παρὰ πᾶσιν ἀνυμνουμένην εὐχαριστίαν ἀπεφθέγξατο· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον. Μὴ ἀσυμπαθὴς ὁ ἄνθρωπος; Καὶ πῶς; ὅς γε περὶ ἑαυτοῦ λέγει· Ἐγὼ ἔκλαυσα ἐπὶ παντὶ θλιβομένῳ. Ἀλλ' ἆρα μὴ ἐψεύδετο ταῦτα λέγων; Καὶ μὴν μαρτυρεῖ αὐτῷ ἡ ἀλήθεια, ὅτι πρὸς ταῖς λοιπαῖς ἀρεταῖς καὶ ἀληθινὸς ἦν· Ἄνθρωπος γὰρ, φησὶν, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀληθινός. Σὺ δὲ ᾠδαῖς τισι πρὸς τὸ κατηφὲς πεποιημέναις παραθρηνεῖς, καὶ μέλεσι γοεροῖς ἐκτήκειν σεαυτοῦ τὴν ψυχὴν ἐπιτηδεύεις· καὶ ὥσπερ τῶν τραγῳδῶν ἴδιόν ἐστι τὸ ἀνάπλασμα καὶ ἡ σκευὴ μεθ' ἧς τὰ θέατρα καταλαμβάνουσιν· οὕτως οἴει προσήκειν καὶ τῷ πενθοῦντι πρέπον εἶναι σχῆμα, μέλαν ἱμάτιον, καὶ αὐχμηρὰν κόμην, καὶ σκότος ἐν οἰκίᾳ, καὶ ῥύπον, καὶ κόνιν, καὶ μέλος στυγνὸν, ἀεὶ νεαρὸν τῆς λύπης τὸ τραῦμα τῇ ψυχῇ διασῶζον. Κατάλιπε ταῦτα ποιεῖν τοῖς μὴ ἔχουσιν ἐλπίδα. Σὺ δὲ ἐδιδάχθης περὶ τῶν ἐν Χριστῷ κοιμηθέντων, ὅτι Σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικόν. Τί οὖν κλαίεις τὸν ἐξελθόντα μεταμφιάσασθαι; Μήτε σεαυτὸν θρήνει ὡς βοηθοῦ τινος πρὸς τὸν βίον στερούμενος· Ἀγαθὸν γὰρ, φησὶν, ἐλπίζειν ἐπὶ Κύριον, ἢ ἐλπίζειν ἐπ' ἄνθρωπον. Μήτε ἐκεῖνον ὀδύρου, ὡς δεινὰ πεπονθότα. Μικρὸν γὰρ ὕστερον. ἡ ἐξ οὐρανῶν σάλπιγξ αὐτὸν διυπνίσει, καὶ ὄψει αὐτὸν παριστάμενον τῷ βήματι τοῦ Χριστοῦ. Ἄφες οὖν ταύτας τὰς ταπεινὰς καὶ ἀπαιδεύτους φωνάς. Οἴ μοι τῶν ἀπροσδοκήτων κακῶν· καὶ τό· Τίς δ' ἂν ταῦτα ᾠήθη γενέσθαι; καὶ, Πότε δ' ἂν προσεδόκησα γῇ κατακρύψειν τὴν φιλτάτην ἐμοὶ κεφαλήν; Ταῦτα γὰρ κἂν ἑτέρου λέγοντος ἀκούωμεν, ἐρυθριᾷν ἡμᾶς προσῆκε τοὺς ἔκ τε τῆς μνήμης τῶν παρελθόντων καὶ ἐκ τῆς τῶν παρόντων πείρας τὰ ἀναγκαῖα τῆς φύσεως πάθη δεδιδαγμένους. 
Οὔτε οὖν ἀωρίαι θανάτου, οὔτε ἄλλαι τινὲς δυσκληρίαι ἀδοκήτως ἐμπεσοῦσαι, ἐκπλήξουσιν ἡμᾶς ποτε τοὺς παιδαγωγουμένους τῷ λόγῳ τῆς εὐσεβείας. Οἷον, παῖς μοι ἦν νεανίας, μόνος τοῦ βίου διάδοχος, παραμύθιον γήρως, ἐγκαλλώπισμα γένους, ἄνθος τῶν ὁμηλίκων, στήριγμα τῆς οἰκίας, αὐτὸ τῆς ἡλικίας ἦγε τὸ χαριέστατον· οὗτος ἀνάρπαστος οἴχεται· καὶ γῆ καὶ κόνις γέγονεν, ὁ πρὸ βραχέως ἡδὺ μὲν ἄκουσμα φθεγγόμενος, ἥδιστον δὲ θέαμα ὢν τοῖς τοῦ γεννήσαντος ὀφθαλμοῖς. Τί οὖν ποιήσομαι; Καταῤῥήξομαι τὴν ἐσθῆτα, καὶ καταδέξομαι κυλινδεῖσθαι χαμαὶ, καὶ ποτνιᾶσθαι, καὶ δυσανασχετεῖν, καὶ δεικνύειν ἐμαυτὸν τοῖς παροῦσιν οἱονεὶ παῖδά τινα ὑπὸ πληγῶν ἐκβοῶντα καὶ ἀποσπαίροντα; Ἢ τῷ ἀναγκαίῳ τῶν γινομένων προσέχων, ὅτι ἀπαραίτητος ὁ τοῦ θανάτου νόμος, καὶ διὰ πάσης ὁμοίως ἡλικίας χωρῶν, καὶ πάντα ἐφεξῆς τὰ σύνθετα διαλύων, οὐ ξενισθήσομαι τῷ συμβάντι; οὐδ' ἀνατραπήσομαι τὸν νοῦν ὡς ὑπὸ πληγῆς ἀπροσδοκήτου καταῤῥαχθεὶς, πάλαι προπεπαιδευμένος, ὅτι, θνητὸς ὢν, θνητὸν εἶχον τὸν παῖδα, καὶ ὅτι οὐδὲν τῶν ἀνθρωπίνων βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν; Ἀλλὰ καὶ πόλεις μεγάλαι καὶ περιφανεῖς τῇ τε τῶν κατασκευασμάτων λαμπρότητι, καὶ τῇ δυνάμει τῶν ἐνοικούντων, καὶ τῇ λοιπῇ κατά τε τὴν χώραν καὶ τὴν ἀγορὰν εὐθηνίᾳ διαπρέπουσαι, ἐν ἐρειπίοις νῦν μόνοις τῆς παλαιᾶς σεμνότητος τὰ σύμβολα φέρουσι. Καὶ πλοῖον, πολλάκις ἐκ θαλάττης διασωθὲν, καὶ μυριάκις μὲν ταχυναυτῆσαν, μυρίον δὲ φόρτον τοῖς ἐμπορευομένοις διακομίσαν, μιᾷ προσβολῇ πνεύματος ἠφανίσθη. Στρατόπεδα δὲ κρατήσαντα μάχαις πολλάκις τῶν ἐναν τίων, περιτραπείσης αὐτοῖς τῆς εὐημερίας, ἐλεεινὸν θέαμα καὶ διήγημα γέγονεν. Ἔθνη δὲ ὅλα καὶ νῆσοι ἐπὶ μέγα δυνάμεως προελθοῦσαι, καὶ πολλὰ μὲν κατὰ γῆν, πολλὰ δὲ κατὰ θάλασσαν ἐγείρασαι τρόπαια, πολὺν δὲ πλοῦτον ἐκ λαφύρων ἀθροίσασαι, ἢ χρόνῳ καταναλώθησαν, ἢ αἰχμάλωτοι γενόμεναι, δουλείαν τῆς ἐλευθερίας ἠλλάξαντο. Καὶ ὅλως, ὅπερ ἂν εἴπῃς τῶν μεγίστων καὶ ἀφορήτων κακῶν, ἤδη προλαβὼν ὁ βίος ἔχει τὰ ὑποδείγματα. Ὥσπερ οὖν τὰ βάρη ταῖς ἐπὶ τοῦ ζυγοῦ ῥοπαῖς διακρίνομεν, καὶ τοῦ χρυσοῦ τὴν διαφορὰν τῇ λίθῳ προστρίβοντες δοκιμάζομεν· οὕτω πρὸς τὰ ἐκτεθέντα ἡμῖν παρὰ τοῦ Κυρίου μέτρα τὴν μνήμην ἐπαναφέροντες, οὐδαμοῦ ἂν τῶν ὅρων τῆς σωφροσύνης ἐκπέσοιμεν. Ἐπειδὰν οὖν σοί ποτε προσπέσῃ τῶν ἀβουλήτων τι, μάλιστα μὲν τῷ προευτρεπισμένῳ τῆς διανοίας τὴν ταραχὴν μὴ παθεῖν, ἔπειτα δὲ τῇ ἐλπίδι τῶν μελλόντων κουφότερα ποιεῖν τὰ παρόντα. Ὥσπερ γὰρ οἱ ἀσθενεῖς τὰ ὄμματα, τῶν ἄγαν λαμπρῶν τὰς ὄψεις ἀπάγοντες, ἐν ἄνθεσι καὶ πόαις προσαναπαύουσιν· οὕτω χρὴ καὶ τὴν ψυχὴν μὴ συνεχῶς καταβλέπειν τὸ λυπηρὸν, μηδὲ τοῖς παροῦσιν ἀνιαροῖς προσκεῖσθαι, ἀλλὰ πρὸς τὴν θεωρίαν τῶν ὄντως ἀγαθῶν περιάγειν αὐτῆς τὸ ὄμμα. Οὕτω κατορθωθήσεταί σοι τὸ πάντοτε χαίρειν· ἐὰν ὁ μὲν βίος σοι ἀεὶ πρὸς Θεὸν ἀποβλέπῃ, ἡ δὲ ἐλπὶς τῆς ἀντιδόσεως κουφίζῃ τοῦ βίου τὰ λυπηρά. Ἠτιμάσθης; Ἀλλὰ πρὸς τὴν δόξαν, τὴν διὰ τῆς ὑπομονῆς ἐν τοῖς οὐρανοῖς ἀποκειμένην, ἀπόβλεψον. Ἐζημιώθης; Ἀλλ' ἐνατένισον τῷ πλούτῳ τῷ ἐπουρανίῳ καὶ τῷ θησαυρῷ, ὃν ἀπέθου σεαυτῷ διὰ τῶν ἀγαθῶν ἔργων. Ἐξέπεσες τῆς πατρίδος; Ἀλλ' ἔχεις πατρίδα τὴν ἐπουράνιον Ἱερουσαλήμ. Τέκνον ἀπέβαλες; Ἀλλ' ἀγγέλους ἔχεις, μεθ' ὧν χορεύσεις περὶ τὸν θρόνον τοῦ Θεοῦ, καὶ εὐφρανθήσῃ τὴν αἰώνιον εὐφροσύνην. Οὕτως ἀντιτιθεὶς τοῖς παροῦσιν ἀνιαροῖς τὰ προσδοκώμενα ἀγαθὰ, φυλάξεις σεαυτῷ τὸ ἄλυπον τῆς ψυχῆς καὶ ἀτάραχον, ἐφ' ὃ προκαλεῖται ἡμᾶς ἡ νομοθεσία τοῦ Ἀποστόλου. Μήτε τὰ φαιδρὰ τῶν ἀνθρωπίνων πραγμάτων περιχαρείας ἀμέτρους ἐμποιείτω σου τῇ ψυχῇ, μήτε τὰ λυπηρὰ κατηφείαις καὶ συστολαῖς τὸ γαῦρον αὐτῆς καὶ ὑψηλὸν ταπεινούτω. Μὴ γὰρ οὕτω προπεπαιδευμένος περὶ τῶν κατὰ τὸν βίον, οὐδέ ποτε ἀκύμονα ζωὴν καὶ ἀτάραχον ζήσῃ. Τοῦτο δέ σοι ῥᾳδίως κατορθωθήσεται, ἐὰν ἔχῃς τὴν ἐντολὴν σύνοικον, τὴν πάντοτε χαίρειν σοι παραινοῦσαν· ἀποπεμπόμενος μὲν τὰ ὀχληρὰ τῆς σαρκὸς, συνάγων δὲ τὰς τῆς ψυχῆς εὐφροσύνας· καὶ τῶν μὲν παρόντων τὴν αἴσθησιν ὑπερβαίνων, πρὸς δὲ τὴν ἐλπίδα τῶν αἰωνίων ἀποτείνων τὴν ἔννοιαν, ὧν καὶ μόνη ἡ φαντασία ἐξαρκεῖ τὴν ψυχὴν εὐφροσύνης πληρῶσαι, καὶ τὸ ἀγγελικὸν ἀγαλλίαμα ταῖς καρδίαις ἡμῶν ἐνοικίσαι· ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.


https://wra9.blogspot.com/2021/03/blog-post_9.html

Δεν υπάρχουν σχόλια:

ΤΕΣΣΕΡΙΣ ΧΡΗΣΙΜΕΣ ΟΔΗΓΙΕΣ

1.Μπορεῖτε νά δεῖτε τίς προηγούμενες δημοσιεύσεις τοῦ ἱστολογίου μας πατώντας τό: Παλαιότερες ἀναρτήσεις (δεῖτε δεξιά)

2.Καλλίτερη θέαση τοῦ ἱστολογίου μέ τό Mozilla.

3.Ἐπιτρέπεται ἡ ἀναδημοσίευση τῶν ἀναρτήσεων μέ τήν προϋπόθεση ἀναγραφῆς τῆς πηγῆς

4.Ἐπικοινωνία:
Kyria.theotokos@gmail.com .
Γιά ἐνημέρωση μέσῳ ἠλεκτρονικοῦ ταχυδρομείου στεῖλτε μας τό e- mail σας στό
Kyria.theotokos@gmail.com .
Home of the Greek Bible